Ἰάσων καὶ Μήδεια





ἐπιμελεία τοῦ
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου Ἀθηνῶν




Μετὰ τὸν διὰ τῶν Συμπληγάδων πλοῦν οἱ Ἀργοναῦται ἀναπεταννύασι(1) τὰ ἱστία καὶ διᾳπλεύσαντες τὸν πόντον εἰς Κολχικὴν γῆν ἀφικνοῦνται. Εν τῷ πλῷ ἐπερρώννυσαν(2) ἀλλήλους καὶ ὤμοσαν(3) βοηθήσειν παντὶ τρόπῳ τῷ Ιάσονι.
Καθορμισθείσης(4) δὲ τῆς νεὼς ἧκεν Ιάσων πρὸς Αἰήτην καὶ ἔλεγεν αὐτῷ· « Πελίας, ὁ τῆς φθίας βασιλεύς, ἐπέταξέ μοι τὸ χρυσόμαλλον δέρας αὐτῷ κομίσασθαι· ἐὰν τοῦτο μὴ φέρω αὐτῷ, ἀπολοῦμαι ».



Αἰήτης δὲ δείκνυσι τοὺς χαλκόδοντας ταύρους καὶ λέγει αὐτῷ· « Ζεύγνυ τούτους καί, ἐὰν καταζεύξῃς αὐτούς, παρέξω σοι τὸ δέρας ». ῏Ησαν δ’ οὗτοι ἄγριοι ταῦροι, οὔς χαλεπῶς ἄν τις ζευγνύοι, τὸ δ’ ἐκ τοῦ στόματος ἐκπεμπόμενον πῦρ οὐδέποτε κατεσβέννυτο. Τούτους δὲ καταζεύξας ἔμελλε σπείρειν δράκοντος ὀδόντας, ἐξ ὧν δράκοντες ἀναδύσονται(5) ἐπ αὐτόν.


Ταῦτα ἀκούσας Ἰάσων ἠπόρει, πῶς ἂν τοὺς ταύρους ζευγνύοι. Μήδεια δ’ ἡ τοῦ Αἰήτου θυγάτηρ προσελθοῦσα ὑπέσχετο δείξειν αὐτῷ, πῶς ἂν οἱ ταῦροι ζευγνύοιντο, ἐὰν ὀμόσῃ αὐτὴν ἄξειν γυναῖκα καὶ εἰς τὴν ῾Ελλάδα σύμπλουν ἀγάγηται· Ὁ δ’ ὤμοσε ποιήσειν τοῦτο, ἐὰν τοὺς ταύρους καταζεύξῃ.


Εκ τούτου Μήδεια παρέσχε φάρμακον, δι’ οὗ τὴν ἀσπίδα, τὸ δόρυ καὶ τὸ σῶμα ἐκέλευσε χρῖσαι(6)· οὕτω δ’ ἔμελλεν οὔθ’ ὑπὸ πυρὸς οὔθ’ ὑπὸ σιδήρου ἀδικήσεσθαι(7).


Εκ τούτου Ιάσων ἐπιρρώννυται καὶ χρισάμενος τῷ φαρμάκῳ παραγίγνεται εἰς τὸ ἄλσος καὶ ἐνταῦθα τοὺς ταύρους καταζεύγνυσιν. Οἱ δ’ ἐζευγμένοι τὴν γῆν ἤρουν· ἐκ τῶν σπειρομένων δ’ ὀδόντων ἀνεδύοντο ἐπ’ αὐτὸν δράκοντες καθωπλισμένοι, οὓς Ιάσων ἀπέκτεινεν· ἔβαλλε γάρ, ὡς Μήδεια ἔλεξεν αὐτῷ, ἀφανὴς ἄποθεν(8) λίθους ἐπ’ αὐτούς. Οἱ δὲ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπέθνῃσκον ὑπὸ Ιάσονος.


Επεὶ δ’ Αἰήτης οὐ παρεῖχε τὸ δέρας, εἰ καὶ οἱ ταῦροι κατεζευγμένοι ἦσαν, ἡ Μήδεια κατακοιμίσασα τὸν δράκοντα τὸ δέρας ἀφείλετο καὶ μετὰ τοῦ Ιάσονος εἰς Αργὼ ἦκον, ἐφ’ ἦς φερόμενοι εἰς ῾Ελλάδα ἀφίκοντο.



ΛΕΞΙΛΟΓΙΟΝ
1. ἁπλώνω.- 2. ἐνθαρρύνω.- 3.ὁρκίζομαι. - 4. ἀγκυροβολῶ.- 5. φυτρώνω.-6. ἀλείφω.- 7. βλάπτομαι.- 8. ἀπὸ μακρὰν.




DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. He has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him or email him