ἐπιμελεία
τοῦ
ΝΙΚΟΛΑΟΥ
ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-πτυχιούχου κλασσικῆς φιλολογίας
πανεπιστημίου Ἀθηνῶν
-μεταπτυχιακοῦ ἐφηρμοσμένης παιδαγωγικῆς
πανεπιστημίου
Ἀθηνῶν
1.
Πρῶτος ἆθλος.
῾Ηρακλῆς ἀκούσας, ὅτι δεῖ ἐνδιδόναι Εὐρυσθεῖ, ἔγνω κατὰ τὴν τοῦ θεοῦ ρῆσιν ποιεῖν. Μετέβη οὖν πρὸς Εὐρυσθέα καὶ τὰ ὑπὸ τοῦ θεοῦ προσταττόμενα ἐποίει.
Γνοὺς δ’ Εὐρυσθεὺς τὴν ῾Ηρακλέους δύναμιν καὶ φοβηθεὶς μὴ ὑπ’ αὐτοῦ ἁλῷ, ἐπέταξεν αὐτῷ τοῦ Νεμέου λέοντος τὴν δορὰν κομίζειν. ἤλπιζε γὰρ οὕτω ἀπαλλαγήσεσθαι αὐτοῦ. ῾Ο δὲ μεταβὰς εἰς Νεμέαν καὶ γνοὺς τὸν λέοντα ἄτρωτον φύντα ἐδίωκεν αὐτὸν ροπάλῳ. ὁ δὲ φεύγων κατέδυ εἰς σπήλαιον. ῾Ηρακλῆς δέ, ἵνα μὴ ὁ λέων ἀποδραίη⁴, εὐθὺς ἐκδὺς εἰσῆλθεν εἰς τὸ σπήλαιον καὶ τὴν χεῖρα περιθεὶς τῷ τραχήλῳ τοῦ λέοντος ἔπνιξε αὐτό. Θέμενος δ’ ἐπὶ τοὺς ὤμους εἰς Μυκήνας ἐκόμιζεν αὐτόν.
Εὐρυσθεὶς δὲ φοβηθεὶς πίθον ἑαυτῷ κατεσκεύασεν, εἰς ὃν εἰσέδυ. Τὸ λοιπὸν δ’ ἀπεῖπεν⁵ αὐτῷ εἰς τὴν πόλιν μὴ, εἰσιέναι, δεικνύναι δὲ πρὸ τῶν πυλῶν τοὺς ἄθλους ἐκέλευσεν· ἔπεμπε δ’ ἐφεξῆς κήρυκα καὶ ἐπέταττε τοὺς ἄθλους.
2.
Δεύτερος ἆθλος.
Δεύτερον ἆθλον ἐπέταξεν αὐτῷ τὴν λερναίαν ὕδραν ἀποκτεῖναι. Αὕτη δ’ ἐν τῷ τῆς Λέρνης ἕλει ἐκτραφεῖσα ἐξέβαινε καὶ τὰ βοσκήματα, ὧν τὸ πεδὶον ἀνεπίμπλατο, διέφθειρεν. Οὐδεὶς δὲ τοῦ κακοῦ τὴν χώραν ἀπαλλάξαι ἠδύνατο· ἠπίσταντο γὰρ πάντες κινδυνεύσειν, ἐὰν τοιοῦτόν τι πειραθῶσιν. « Εὰν ταύτην », εἶπεν ὁ Εὐρυσθεύς, « δύνῃ ἀποκτεῖναι, τὴν χώραν εὖ ποιήσεις » Εἶχε δ’ ἡ ὕδρα κεφαλὰς ἐννέα, τὰς μὲν ὀκτὼ θνητάς, τὴν δὲ μίαν ἀθάνατον.
Επιβὰς οὖν ῾Ηρακλῆς ἅρματος, ἡνιοχοῦντος Ιολάου, εἰς Λέρνην ἔρχεται καὶ τοὺς μὲν ἵππους ἵστησι, τὴν δ’ ὕδραν εὑρὼν τῷ ροπᾴλῳ τὰς κεφαλὰς ἔκοπτεν. Ἀλλ’ οὐδὲν ἠδύνατο ἀνύειν· μιᾶς γὰρ κεφαλῆς κοπτομένης δύο ἀνεφύοντο. Λέγει οὖν πρὸς Ιόλαον. « Οὐκ ἠπιστάμην οὕτω χαλεπὸν τὸ ἔργον ὄν. σὺ οὖν ἐμπίμπρη⁴ τὴν ἐγγὺς ὕλην καί, ὅταν ἐγὼ τὰς κεφαλὰς ἀποκόπτω, σὺ πειρῶ ἐμπιμπράναι ταύτας τοῖς καιομένοις δαυλοῖς ». Τοῦτον τὸν τρόπον ἐμπρήσας τὰς ἀναφυομένας κεφαλὰς τάφρον ἀνέῳξεν, ἐν ᾗ κατώρυξε τὴν ἀθάνατον κεφαλήν. Εὐθὺς δ’ εἶτα λίθον αὐτῇ ἐπιθεὶς ἐμπίμπλησι τὴν τάφοον λίθων καὶ γῆς· τὸ δὲ σῶμα τῆς ὕδρας ἀποσχίσας ἐνέπλησε χολῆς τὰ ἄκρα τῶν οἰστῶν⁵.
3.
Τρίτος, τέταρτος καὶ πέμπτος ἆθλος.
Τρίτον ἆθλον ἐπέταξεν αὐτῷ ἐνεγκεῖν τὴν Κερυνῖτιν ἔλαφον ζῶσαν. Ταύτην ἔφασαν χρυσόκερων εἶναι καὶ ἰέναι ἐλευθέραν διὰ τοῦ ἄλσους, ἅτε ἱερὰν τῆς Ἀρτέμιδος οὖσαν. Διὸ Ἡρακλῆς βουλόμενος αὐτὴν μήτε ἀνελεῖν μήτε τρῶσαι διῄει ὅλον ἐνιαυτὸν τὸ ἄλσος διώκων τὴν ἔλαφον· ἐδεδοίκει γὰρ μή, ἐὰν ταύτην ἀποκτείνῃ, τὴν θεὰν ἐχθρὰν αὑτῷ ποιήσῃ. Επεὶ δ’ ἡ ἔλαφος διωκομένη ἀπέκαμεν, ἀφικομένη ἐπὶ τὸν Λάδωνα ποταμὸν ἔστη. Ενταῦθα ταύτην ῾Ηρακλῆς ἐπὶ τῇ ὄχθη καθημένην συ νέλαβεν. Επὶ τῶν ὤμων δὲ ταύτην θεὶς πρὸς Εὐρυσθέα τὸν βασιλέα εἰς Μυκήνας ἐκόμισε.
Τέταρτον ἆθλον τὸν Ερυμάνθιον κάπρον ἐπέταξε ζῶντα κομίζειν. Τοῦτο τὸ θηρίον πάντες ᾒδεσαν μεγίστων κακῶν αἴτιον τῇ χώρᾳ γεγονός· ἐκ γὰρ τοῦ ὄρους ὁρμώμενος ἠδίκει τὴν γῆν. Οἱ δ’ ἄνθρωποι ἐδέδισαν τοῦτον διῶξαι. ῾Ηρακλῆς μέντοι διώξας αὐτὸν ἔκ τινος λόχμης μετὰ κραυγῆς εἰς χιόνα πολλὴν παρειμένον ἐμβροχίσας εἷλε καὶ εἰς Μυκήνας ἐκόμισε.
Πέμπτον ἐπέταξεν ἆθλον τὴν κόπρον τῶν Αὐγείου βοσκημάτων καθῆραι· ἐκ ταύτης γὰρ κατακειμένης καὶ ὀζούσης πολλοὶ τῶν ἀνθρώπων ἐτέθνασαν. ῏Ην δ’ Αὐγείας ῎Ηλιδος βασιλεὺς πολλὰς ποίμνας βοσκημάτων ἔχων. Τούτῳ Ἡρακλῆς προσῄει καὶ ἔφη ἐν μιᾷ ἡμέρᾳ τὴν κόπρον ἐξοίσειν, εἰ δώσει αὐτῷ τὴν δεκάτην τῶν βοσκημάτων. ῾Ο δ’ εἰδὼς χαλεπὸν τὸ ἔργον καὶ ὅτι κινδυνεύσει τεθνάναι, πρὶν τὸ ἔργον περᾶναι, ὑπισχνεῖται. ῾Ηρακλῆς δὲ τὸν Ἀλφειὸν ποταμὸν καὶ Πηνειὸν⁴ σύνεγγυς βεβηκότας διὰ τῆς κόπρου παροχεύσας ταύτην ἐκάθηρεν.
4.
῞Εκτος ἆθλος.
῞Εκτον ἆθλον ἔδοξεν Εὐρυσθεῖ ἐπιτάξαι αὐτῷ τὰς Στυμφαλίδας ὄρνιθας ἐξελάσαι. Ταύτας νεμομένας τὴν περὶ τὴν Στύμφαλον τῆς Αρκαδίας χώραν οὐκ εἶχον οἱ οἰκοῦντες ἐκδιῶξαι. ῾Οπότε γὰρ βούλοιντο ταύτας διῶξαι, αὗται εἰς τὴν λίμνην Στυμφαλίδα εἰσέβαινον καὶ ἐν τῇ ὕλῃ ἐκρύπτοντο. ῏Ην δ’ ἡ Στυμφαλὶς πολλῇ συνηρεφὴς ὕλη. Επὶ ταύτας Εὐρυσθεὺς ἐκάλεσε ῾Ηρακλέα νομίζων οὐ οἷόν τε εἶναι τοιοῦτον ἔργον ἐπιτελέσαι.
Ἡρακλῆς οὖν μεταβὰς ἐκεῖσε ἐπειρᾶτο διαφόροις ὅπλοις ἐκβάλλειν αὐτάς. Αἱ δὲ διωκόμεναι εἰσέβησαν εἰς τὴν ὕλην καὶ ἐκρύπτοντο. Ἀμηχανοῦντι δ’ αὐτῷ καὶ οὐκ ἔχοντι ὅτι ποιῆσαι, Ἀθηνᾶ δωρεῖται κρόταλα χαλκᾶ παρ’ ῾Ηφαίστου λαβοῦσα· αὕτη γὰρ ἠβουλήθη βοηθῆσαι ῾Ηρακλεῖ, Ταῦτα κρούων οὗτος ἐπὶ τοῦ συνεχομένου τῇ λίμνῃ ὄρους ἐφόβει⁴ τὰς ὄρνιθας. Αἱ δὲ ἀκούουσαι καὶ οὐχ ὑπομένουσαι τὸν δοῦπον βουλόμεναι σωθῆναι ἀνίπταντο. Τότε δὲ ταύτας ἐτόξευε καὶ οὕτω πάσας διέφθειρε.
5.
῞Εβδομος καὶ ὄγδοος ἆθλος.
῞Εβδομον ἆθλον ἐπέταξε τὸν Κρῆτα ταῦρον ἑλεῖν καὶ εἰς Μυκήνας ἀγαγεῖν. Τοῦτον Εὐρυσθεὺς ἐπυνθάνετο ἄγριον ὄντα καὶ ἐν ἄντρῳ κεκλειμένον, ὥστε χαλεπὸν εἶναι ληφθῆναι. ζῶντα ὑπ’ ἀνδρός. Τοῦτο μαθὼν πέμπει ῾Ηρακλέα ἡγούμενος οὐκ ἂν περιγενέσθαι τούτου. ῾Ηρακλῆς δὲ παραγενόμενος εἰς Κρήτην εὑρίσκει Μίνωα καὶ ἠξίου τὸν ταῦρον λαμβάνειν. Ὁ δ’ οὐκ εἰδὼς ῾Ηρακλέα εἶπεν αὐτῷ διαγωνισαμένῳ τιτρώσκειν καὶ λαμβάνειν τὸν ταῦρον. ῾Ηρακλῆς δὲ τρώσας τοῦτον καὶ δήσας ἔδειξεν Εὐρυσθεῖ· τὸ δὲ λοιπὸν εἴασεν αὐτὸν ἄνετον. ῾Ο δὲ ταῦρος ἀποδρὰς ἐκεῖθεν καὶ διαβὰς τὸν Ισθμὸν εἰς Μαραθῶνα τῆς Ἀττικῆς ἀφικνεῖται καὶ ἐνταῦθα, ἕως ἐγήρασε, τοὺς βλασταίνοντας ἀγροὺς διελυμαίνετο.
Ὄγδοον ἆθλον ἐπέταξε τὰς Διομήδους τοῦ Θρακὸς ἵππους εἰς Μυκήνας κομίζειν. Αἱ δ’ ἵπποι αὗται ἔδακνον καὶ κατήσθιον ἀνθρώπους. Εβασίλευε δὲ Διομήδης Βισκόνων, ἔθνους μαχιμωτάτου. Πλεύσας οὖν μετὰ τῶν ἑκουσίως συνεπομένων, οἷς πολλὰ ἀγαθὰ ὑπέσχετο, ἀφίκετο εἰς Θράκην. Ενταῦθα δ’ ἐπιτυχὼν τοῖς επὶ ταῖς φάτναις τῶν ἵππων φρουροῦσι τούτους ἐβιάσατο καὶ ἤγαγε τὰς ἵππους ἐπὶ θάλατταν. Τῶν δὲ Βισκόνων σὺν ὅπλοις ἐπιβοηθούντων τὰς ἵππους μὲν παρέδωκεν Ἀβδήρῳ, ὃς ὑπ’ αὐτῶν ἐπισπασθεὶς⁴ ἀπέθανεν, αὐτὸς δὲ διαγωνισάμενος πρὸς Διομήδη καὶ τοὺς σὺν αὐτῷ έπιδραμόντας καὶ ἀποκτείνας αὐτὸν ρᾳδίως τοὺς ἀποκαμόντας ἠνάγκαζε φεύγειν. Τεμὼν⁵ δὲ καὶ τὴν Διομήδους χώραν καὶ λαβὼν τὰς ἵππους ἀπήγαγε ταύτας εἰς Μυκήνας. Μεθέντος δ’ αὐτὰς Εὐρυσθέως, εἰς τὸ λεγόμενον ὄρος Ὄλυμπον ἐλθοῦσαι πρὸς τῶν θηρίων ἀπώλοντο.
6.
῎Ενατος καὶ δέκατος ἆθλος.
῎Ενατον ἆθλον ῾Ηρακλεῖ ἐνετείλατο κομίζειν τὸν ζωστῆρα ῾Ιππολύτης. Ταύτην αἱ Ἀμαζόνες, αἵ περὶ Θερμώδοντα ποταμὸν κατῴκουν, ἠδοῦντο καὶ ηὐλαβοῦντο. Εἶχε δ’ ῾Ιππολύτη τὸν Ἄρεως ζωστῆρα σύμβολον⁴ τοῦ πρωτεύειν ἁπασῶν. Τοῦτο τὸ ἔργον Εὐρυσθεὺς χαλεπόν ᾠήθη εἶναι ῾Ηρακλεῖ· αἱ γὰρ Ἀμαζόνες μαχιμώταται ἦσαν καὶ οὐδείς ποτε διενοήθη διαγωνίσασθαι αὐταῖς.
Παραλαβὼν οὖν ῾Ηρακλῆς ἐθελοντὰς συμμάχους ἐν μιᾷ νηὶ ἔπλει. Επεὶ δ’ εἰς τὸν λιμένα αὐτῶν κατέπλευσε, παραγενομένης ὡς αὐτὸν ῾Ιππολύτης καὶ τίνος χάριν ἥκοι πυθομένης καὶ δώσειν τὸν ζωστῆρα ὑποσχομένης. ῞Ηρα μιᾷ τῶν Ἀμαζόνων εἰκασθεῖσα⁵ τὸ πλῆθος ἐπεφοίτα λέγουσα· « Τὴν βασιλίδα ἁρπάζουσιν οἱ προσελθόντες ξένοι ». Αἱ δὲ μεθ ὅπλων ἐπὶ τὴν ναῦν κατέθεον σὺν ἵπποις. ῾Ως δ’ ᾔσθετο αὐτὰς καθωπλισμένας ῾Ηρακλῆς, νομίσας ἐκ δόλου τοῦτο γενέσθαι τὴν μὲν ῾Ιππολύτην κτείνας τὸν ζωστῆρα ἀφαιρεῖται, πρὸς δὲ τὰς λοιπὰς ἀγωνισάμενος ἀποπλεῖ καὶ κομίσας τὸν ζωστῆρα εἰς Μυκήνας ἔδωκεν Εὐρυσθεῖ.
Δέκατον δ’ ἆθλον ἐπετάγη τὰς Γηρυόνου βοῦς ἐξ Ερυθείας κομίζειν. Ερύθεια δ’ ἦν Ωκεανοῦ πλησίον κειμένη νῆσος, ἣ νῦν Γάδειρα καλεῖται. Ταύτην Γηρυόνης ἐκαρποῦτο τριῶν ἔχων ἀνδρῶν συμφυὲς σῶμα συνηγμένον μὲν εἰς ἓν κατὰ τὴν γαστέρα, ἐσχισμένον δ’ εἰς τρεῖς ἀπὸ λαγόνων τε καὶ μηρῶν. Εἶχε δὲ φοινικᾶς βοῦς, ὧν ἐπεμελεῖτο μὲν βουκόλος Εὐρυτίων, φύλαξ δ’ ἦν αὐτῶν ῎Ορθρος, κύων δικέφαλος. Πορευόμενος οὖν ῾Ηρακλῆς ἐπὶ τὰς βοῦς ταύτας περαιοῦται νηὶ εἰς Ερύθειαν καὶ ἐν τῷ ὄρει ῎Αβαντι αὐλίζεται⁶ οὐδενὸς ἐναντιουμένου. Αἰσθόμενοι δ’ ὅ τε κύων καὶ ὁ βουκόλος ἐπαὐτὸν ὥρμων· ἠρνοῦντο γὰρ ἐπιτρέψαι αὐτῷ λαβεῖν τὰς βοῦς. Ἡρακλῆς δ’ ἐπέρχεται ἐπ’ αὐτοὺς καὶ ἀποκτείνει ἀμφοτέρους ροπάλῳ. Αποκτείνας δὲ πάντας τοὺς ἐπιδραμόντας αὐτῷ, οἵ Γηρυόνην μέγιστον ἠσπάζοντο, καὶ αὐτὸν δὲ τέλος Γηρυόνην καταβαλὼν τὰς βοῦς εἰς Μυκήνας ἐκόμισεν. Εὐρυσθεὺς δ’ ἡσθεὶς κατέθυσεν αὐτὰς τῇ Ἥρᾳ.
7.
῾Ενδέκατος καὶ δωδέκατος ἆθλος.
῾Ενδέκατον ἆθλον ἐπέταξε παρ’ ῾Εσπερίδων τὰ χρυσᾶ μῆλα κομίζειν· ταῦτα γὰρ χαλεπὸν κτηθῆναι παρ’ ἀνδρός. Πορευόμενος οὖν ῾Ηρακλῆς πρῶτον εἰς Λιβύην ἀφίκετο, ἧς Ανταῖος ἐβασίλευε. Παρὰ τούτου ῾Ηρακλῆς δεκτὸς γενόμενος ἠναγκάζετο παλαίειν αὐτῷ. ῾Ο γὰρ Ἀνταῖος δεχόμ;νος τοὺς ξένους καὶ ἐν πάλη τούτους χειρούμενος ἀποκτενεῖν. ῾Ηρακλῆς μέντοι τοῦτον ἀράμενος μετέωρον ἐχειρώσατο καὶ ἀπέκτεινεν.
Εκ τούτου εἰς Αἴγυπτον ἦλθεν, ἧς Βούσιρις, παῖς Ποσειδῶνος, ἐβασίλευεν. Οὗτος πρῶτον πολλὰ δωρούμενος τοῖς ξένοις ἦγεν ἐπί τὸν βωμὸν κἀνταῦθα ἔθυεν αὐτούς. Οὕτω καὶ ῾Ηρακλῆς τὸ πρῶτον μὲν ἐβιάσθη. προσφερόμενος μέντοι εἰς τὸν βωμὸν τοὺς δεσμοὺς ἔρρηξε καὶ ἐκεῖνον ἀπέκτεινεν. Οὕτω, ἃ Βούσιρις διενοήθη ἐργάσασθαι, εἴργασται αὐτῷ.
Μετὰ τοῦτο πρὸς Ἄτλαντα ἧκε, παρ’ οὗ διαδεξάμενος τὸν οὐρανόν, ἐκεῖνον ἐπὶ τὰ μῆλα ἔπεμψεν, αὐτὸς δὲ τὸν Ἄτλαντα ἐμιμήσατο. Ἄτλας δ’ ὅμως δρεψάμενος τὰ μῆλα ἐβούλετο αὐτὸς κομίσαι Εὐρυσθέα, ῾Ηρακλέα δ’ ἐκέλευσεν ἔχειν τὸν οὐρανόν. Ἡρακλῆς δ’ ἐκέλευσεν Ἄτλαντα δέξασθαι τὸν οὐρανό, ἕως σπεῖραν ἐπὶ τῆς κεφαλῆς ποιήσαιτο. Τοῦτο ἀκούσας Ἄτλας ἐπὶ γῆς καταθεὶς τὰ μῆλα τὸν οὐρανὸν διεδέξατο. ῾Ηρακλῆς δ’ ἀνελόμενος⁴ τὰ μῆλα ἀπηλλάσσετο.
Δωδέκατον ἆθλον
ἐπετάγη τὸν Κέρβερον ἐξ ᾋδου κομίζειν. Εἶχε οὗτος τρεῖς μὲν κυνῶν κεφαλάς, τὴν
δὲ οὐρὰν δράκοντος. Ελθὼν οὖν ῾Ηρακλῆς ἐπὶ. Ταίναρον τῆς Λακωνικῆς, οὗ τῆς
καταβάσεως τὸ στόμιόν ἐστι, εἰς ᾋδου κατῄει,. Ενταῦθα θωρακισθεὶς καὶ λεοντῆν
περιθέμενος συνέλαβε τὸ θηρίον, καίπερ ὑπὸ τοῦ κατὰ τὴν οὐρὰν δράκοντος
δακνόμενος τὰς χεῖρας, οὐδὲν λυμανθείς⁵· μεθ’ ἡμέρας γὰρ τὸ τραῦμα ἰάθη. Ἀγαγὼν δὲ τὸν
Κέρβερον εἰς Μυκήνας καὶ δείξας τοῦτον Εὐρυσθεῖ πάλιν εἰς ᾋδου ἐκόμισε.
0 σχόλια:
Δημοσίευση σχολίου