Π. Ν. ΔΗΜΟΠΟΥΛΟΥ
ΤΕΙΡΕΣΙΑΣ
Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν
δύ᾽ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ
αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. 990
ΚΡ. τί δ᾽ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον;
ΤΕΙ. ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ.
ΚΡ. οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός.
ΤΕΙ. τοιγὰρ δι᾽ ὀρθῆς τήνδ᾽ ἐναυκλήρεις πόλιν.
ΚΡ. ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. 995
ΤΕΙ. φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης.
ΚΡ. τί δ᾽ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα.
ΤΕΙ. γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων.
εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον
ἵζων, ἵν᾽ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, 1000
ἀγνῶτ᾽ ἀκούω φθόγγον ὀρνίθων, κακῷ
κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ.
καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς
ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν.
εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην 1005
βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων
Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλ᾽ ἐπὶ σποδῷ
μυδῶσα κηκὶς μηρίων ἐτήκετο
κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι
χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς 1010
μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς.
τοιαῦτα παιδὸς τοῦδ᾽ ἐμάνθανον πάρα,
φθίνοντ᾽ ἀσήμων ὀργίων μαντεύματα.
ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δ᾽ ἐγώ.
καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. 1015
βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς
πλήρεις ὑπ᾽ οἰωνῶν τε καὶ κυνῶν βορᾶς
τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου.
κᾆτ᾽ οὐ δέχονται θυστάδας λιτὰς ἔτι
θεοὶ παρ᾽ ἡμῶν οὐδὲ μηρίων φλόγα, 1020
οὐδ᾽ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς
ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος.
ταῦτ᾽ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ
τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν·
ἐπεὶ δ᾽ ἁμάρτῃ, κεῖνος οὐκέτ᾽ ἔστ᾽ ἀνὴρ 1025
ἄβουλος οὐδ᾽ ἄνολβος, ὅστις ἐς κακὸν
πεσὼν ἀκῆται μηδ᾽ ἀκίνητος πέλῃ.
αὐθαδία τοι σκαιότητ᾽ ὀφλισκάνει.
ἀλλ᾽ εἶκε τῷ θανόντι μηδ᾽ ὀλωλότα
κέντει· τίς ἀλκὴ τὸν θανόντ᾽ ἐπικτανεῖν; 1030
εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δ᾽
ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι.
ΚΡ. ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ
τοξεύετ᾽ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς
ἄπρακτος ὑμῖν εἰμι· τῶν δ᾽ ὑπαὶ γένους 1035
ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι.
κερδαίνετ᾽, ἐμπολᾶτε τἀπὸ Σάρδεων
ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν
χρυσόν· τάφῳ δ᾽ ἐκεῖνον οὐχὶ κρύψετε,
οὐδ᾽ εἰ θέλουσ᾽, οἱ Ζηνὸς αἰετοὶ βορὰν 1040
φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους,
οὐδ᾽ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ
θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδ᾽ ὅτι
θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει.
πίπτουσι δ᾽, ὦ γεραιὲ Τειρεσία, βροτῶν 1045
χοἰ πολλὰ δεινοὶ πτώματ᾽ αἴσχρ᾽, ὅταν λόγους
αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν.
ΤΕΙ. φεῦ.
ἆρ᾽ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται,
ΚΡ. τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις;
ΤΕΙ. ὅσῳ κράτιστον κτημάτων εὐβουλία; 1050
ΚΡ. ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη.
ΤΕΙ. ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς.
ΚΡ. οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς.
ΤΕΙ. καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων.
ΚΡ. τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. 1055
ΤΕΙ. τὸ δ᾽ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ.
ΚΡ. ἆρ᾽ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων;
ΤΕΙ. οἶδ᾽· ἐξ ἐμοῦ γὰρ τήνδ᾽ ἔχεις σώσας πόλιν.
ΚΡ. σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν.
ΤΕΙ. ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. 1060
ΚΡ. κίνει, μόνον δὲ μὴ ᾽πὶ κέρδεσιν λέγων.
ΤΕΙ. οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος.
ΚΡ. ὡς μὴ ᾽μπολήσων ἴσθι τὴν ἐμὴν φρένα.
ΤΕΙ. ἀλλ᾽ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι
τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, 1065
ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα
νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει,
ἀνθ᾽ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω
ψυχήν τ᾽ ἀτίμως ἐν τάφῳ κατῴκισας,
ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδ᾽ αὖ θεῶν 1070
ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν.
ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω
θεοῖσιν, ἀλλ᾽ ἐκ σοῦ βιάζονται τάδε.
τούτων σε λωβητῆρες ὑστεροφθόροι
λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, 1075
ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς.
καὶ ταῦτ᾽ ἄθρησον εἰ κατηργυρωμένος
λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ
ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα.
ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, 1080
ὅσων σπαράγματ᾽ ἢ κύνες καθήγνισαν
ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων
ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν.
τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης
ἀφῆκα θυμῷ, καρδίας τοξεύματα 1085
βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ.
ὦ παῖ, σὺ δ᾽ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα
τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ,
καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν
τὸν νοῦν τ᾽ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. 1090
ΧΟ. ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας·
ἐπιστάμεσθα δ᾽, ἐξ ὅτου λευκὴν ἐγὼ
τήνδ᾽ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα,
μή πώ ποτ᾽ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν.
ΚΡ. ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. 1095
τό τ᾽ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ
ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα.
ΧΟ. εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν.
ΚΡ. τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δ᾽ ἐγώ.
ΧΟ. ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης 1100
ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον.
ΚΡ. καὶ ταῦτ᾽ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν;
ΧΟ. ὅσον γ᾽, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ
θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι.
ΚΡ. οἴμοι· μόλις μέν, καρδίας δ᾽ ἐξίσταμαι 1105
τὸ δρᾶν· ἀνάγκῃ δ᾽ οὐχὶ δυσμαχητέον.
ΧΟ. δρᾶ νυν τάδ᾽ ἐλθὼν μηδ᾽ ἐπ᾽ ἄλλοισιν τρέπε.
ΚΡ. ὧδ᾽ ὡς ἔχω στείχοιμ᾽ ἄν· ἴτ᾽ ἴτ᾽ ὀπάονες,
οἵ τ᾽ ὄντες οἵ τ᾽ ἀπόντες, ἀξίνας χεροῖν
ὁρμᾶσθ᾽ ἑλόντες εἰς ἐπόψιον τόπον. 1110
ἐγὼ δ᾽, ἐπειδὴ δόξα τῇδ᾽ ἐπεστράφη,
αὐτός τ᾽ ἔδησα καὶ παρὼν ἐκλύσομαι.
δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους
ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν.
ΠΕΜΠΤΟΝ ΕΠΕΙΣΟΔΙΟΝ (988-1114)
α΄)988 - 1032
Λεξιλογικαί.
Θήβης ἄνακτες · ὁ Τειρεσίας εἰσέρχεται διὰ τής δεξιᾶς παρόδου ἀγόμενος ὡς τυφλὸς ὑπὸ παιδὸς καὶ προσφωνεῖ οὕτω τὸν Κρέοντα καὶ τοὺς χορευτάς. ἐξ ἑνὸς (προσδιορ. ὀργαν.)= δι’ ἑνός κέλευθος ( ἡ)= ὁδός. προηγητὴς = ὁδηγός. οὔκουν ἀπεστάτουν = ἀλλ’ ὅμως δὲν ἀπεμακρυνόμην. φρενὸς = μαντείας, γνώμης. πάρος γε · ἐννοεῖ καὶ τὰς ἄλλας περιπτώσεις, καθ’ ἅς ὑπήκουσε προθύμως εἰς τοὺς μάντεις, καὶ δὴ κατὰ τὴν περίπτωσιν, καθ’ ἣν ἐθυσίασε τὸν πρῶτον υἱόν του Μεγαρέα ἤ Μενοικέα χάριν τῆς σωτηρίας τῆς πατρίδος· τοιγὰρ = διὰ τοῦτο ἀκριβῶς. ναυκληρῶ = διευθύνω ὡς κυβερνήτης. ὁνήσιμος (ῥ ὀνίνημι= ὠφελῶ)= ὠφέλιμος. πάσχω ὀνήσιμα =ὠφελοῦμαι. ῾Η σειρὰ τῶν λέξεων: πεπονθὼς ὀνήσιμα ἔχω (=δύναμαι) μαρτυρεῖν (ταῦτα). βεβώς· κατηγ. μετ. ἐκ τοῦ φρόνει. ἐπὶ ξυροῦ τύχης = εἰς τὸ κρισιμώτερον σημεῖον τῆς τύχης. (῎Εκφρασις παροιμιακὴ ληφθεῖσα κατὰ μεταφορὰν ἀπὸ τοῦ ξυραφίου, ἐπὶ τῆς λεπτοτάτης κορυφῆς τοῦ ὁποίου οὐδὲν ἰσορροπεῖ, ἀλλὰ κλίνει πρὸς τὴν μίαν τῶν πλευρῶν αὐτοῦ· λέγεται καί: ἐπὶ ξυροῦ ἀκμῆς). ὡς φρίσσω = διότι μὲ καταλαμβάνει φρίκη ἀπὸ τὰ λεγόμενά σου . θᾶκος = ἕδρα. ὀρνιθοσκόπος = τοῦ οἰωνοσκοπείου. ἵνα = ἔνθα. λιμὴν = τόπος καταφυγὴς· οἰωνὸς καὶ κατωτέρω ὄρνις = πτηνόν, ὄρνεον. ἦν ἀντὶ ἐστί, ἐπειδὴ πρόκειται περὶ διηγήσεως, ὅτε καὶ συχνάκις ἀπαντᾷ τοῦτο. ἀγνὼς-ῶτος = δυσδιάγνωστος, δυσκατάληπτος. κλάζω = ἐκβάλλω κρωγμούς. οἶστρος (ὁ)= μανία. βεβαρβαρωμένος = ἀνερμήνευτος, ξενότροπος. ῾Η σειρὰ τῶν λέξεων: ἀκούω φθόγγον ὁρνίθων κλάζοντας (ἀντὶ κλαζόντων, ἐτέθη κατὰ τὸ νούμενον σχῆμα, ὡς ἐὰν δηλ. προηγεῖτο ὄρνιθας). κακῷ οἴστρῳ καὶ βεβαρβαρωμένῳ= ἀκούω φωνὰς ὀρνέων, τὰ ὁποῖα ἐξέβαλλον κρωγμοὺς μετὰ μανίας ἀγρίας καὶ ἀνερμηνεύτου. σπάω= σπαράττω. φονός = φονικὸς (ῥιζ. φεν. τοῦ ἀχρήστου φένω). χηλὴ (ἡ)= ὄνυξ. ἐν χηλαῖς (προσδιορ. ὀργάν.). γὰρ· αἰτιολογεῖ τὸ ἔγνων (ὡς τυφλός). ῥοῖβδος (ὁ) (συγγ. πρὸς τὸ ῥοῖζος)= ὁ ὁρμητικὸς ἦχος, ὁ προκαλούμενος ἐκ τῆς βιαίας κινήσεως τῶν πτερῶν τῶν ὀρνέων. οὐκ ἄσημος (σχῆμα λιτότητος)= πολὺ σαφής. δείσας · ῥῆμ. δέδοικα. γεύομαι = ἀποπειρῶμαι, δοκιμάζω. ἔμπυρα = ἡ διὰ πυρὸς θυσία. πάμφλεκτος (τὸ πᾶς ἐν συνθέσει παρὰ τοῖς τραγικοῖς δηλοῖ μεγάλην ποσότητα ἤ μέγαν βαθμόν)= ὁλόγυρα φλέγων. ῞Ηφαιστος · μετων. ἀντὶ πῦρ. σποδὸς (ἡ)= τέφρα. κηκὶς-ίδος = λιπαρὰ οὐσία ἐξερχομένη ἐκ καιομένων σωμάτων. ῾Ρῆμ. κηκίω = ἐκρέω ἀναβλύζω. μυδάω = διαλύομαι, καθ’ ὑπαλλαγὴν ἁρμόζει εἰς τὸ μηρίων , δηλ. μυδώντων μηρίων - ἐκ τῆς διαλύσεως τῶν μηρίων. μηρία δὲ ἦσαν τὰ ὀστᾶ τῶν μηρῶν μετὰ μεγάλου ἢ μικροῦ μέρους τῶν σαρκῶν αὐτῶν (περιεβάλλοντο δὲ ταῦτα καὶ ὑπὸ διπλοῦ λίπους). τύφω = καπνίζω. ἀναπτύω = πετῶ μόρια (ἐκ τοῦ λίπους). μετάρσιοι (μεταίρω) κατηγορ.= μετεωριζόμεναι (ὑπὸ τῆς θερμοτητος βέβαια). ὑπαλλαγὴ ἀντὶ καταρρυείσης πιμελῆς. ἔκκειμαι = κεῖμαι ἔξω, ἐδῶ: ἀπογυμνοῦμαι· ἡ σειρὰ τῶν λέξεων: καὶ μηροὶ ἐξέκειντο καταρρυεῖς (ἀντὶ καταρρυείσης) καλυπτῆς πιμελῆς = καὶ τὰ ὀστᾶ τῶν μηρῶν ἀπεγυμνοῦντο (ἦσαν γυμνά), καταρρευσάσης τῆς περιβαλλούσης αὐτὰ πιμελῆς. φθίνοντα (μετ. κατηγορημ.) μαντεύματα ἀσήμων ὀργίων = ὀτι αἱ μαντεῖαι ἐχάνοντο ἕνεκα τῶν ἀσαφῶν θυσιῶν. ῾Ο στίχος δὲ οὗτος 1Ο13 εἶναι ἐπεξήγησις τῆς προηγουμένης λέξ.: τοιαῦτα. ἡγεμὼν = ὁδηγὸς (ὁ ὁδηγῶν αὐτὸν παῖς). ἐκ σῆς φρενὸς (ἀναγκ. αἴτ.)= ἐξ αἰτίας τῆς ἰδικῆς σου ἰσχυρογνωμοσύνης. παντελεῖς = ὅλαι ἐν γένει· ἀνήκει καὶ εἰς τὸ ἐσχάραι (= στρογγύλοι ἐπὶ τῆς γῆς ἑστίαι) καὶ εἰς τὸ βωμοί. Πλήρεις βορᾶς τοῦ πεπτῶτος δυσμόρου γόνου Οἰδίπου ὑπ’ οἰωνῶν τε καὶ κυνῶν = εἶναι γεμᾶτα ἀπὸ ἐσπαραγμένα μέλη τοῦ ἀποθανόντος ἀτυχοῦς υἱοῦ τοῦ Οἰδίποδος ὑπὸ ὀρνέων καὶ κυνῶν, ὦστε τό: ὑπ’ οἰωνῶν κλπ. εἶναι ποιητ. αἴτ. τοῦ βορᾶς. κᾆτα · χρον. μὲν προσδιορ., ἀλλ’ ἐνταῦθα ἔχει αἰτιολ. ἔννοιαν= καὶ διὰ τοῦτο. λιτὴ θυστὰς = ἡ διὰ θυσιῶν γενομένη παράκλησις. ἀπορροιβδέω-ῶ = ἀφίνω, ἐκβάλλω. εὔσημος = σαφής, εὔδηλος. βεβρῶτες λίπος αἵματος ἀνδροφόρου = ἐπειδὴ ἔχουσι φάγει λιπαρὸν αἷμα ἀνδρὸς φθαρέντος. ἐπεὶ δ’ ἁμάρτῃ (παραλείπεται, ὅπως καὶ ἀλλαχοῦ, τὸ ἂν)= ὁσάκις δὲ ἤθελεν ὑποπέσει εἰς ἁμάρτημα. ἄνολβος= ἄθλιος, κακόμοιρος, (ὑπὸ διανοητικὴν ἔποψιν)= μωρός, ἀπερίσκεπτος. ἀκέομαι-οῦμαι = θεραπεύω, διορθώνω (ἐνν. ἀντικείμ. αὐτὸ τὸ κακόν). ἀκίνητος = αμετάπτιστος, ἄκαμπτος. αὐθαδία (αὐτὸς - ἁνδάνω)= αὐθάδεια ἰσχυρογνωμοσύνη. σκαιότητ’ ὀφλισκάνει = αἰτίαν σκαιότητος ὀφλισκάνει= θεωρεῖται ἀνόητος. (Παρόμ. φράσεις: κακίαν, δειλίαν, μωρίαν ὀφλισκάνω). εἴκω τινὶ = ὑποχωρῶ εἴς τινα. (Δηλ. ἄφησε νὰ λάβῃ ὅτι τοῦ ἀνήκει). κεντῶ= πλήττω. ἀλκὴ = ἔνδειξις ἀνδρείας. ἐπικτείνω= φονεύω διὰ δευτέραν φοράν. εὖ φρονῶ τινι = σκέπτομαι πρὸς τὸ συμφέρον τινός. κέρδος.= κερδαλέα, ἐπωφελῆ.
Πραγματικαί.
Τὸ ε΄ ἐπεισόδιον περιέχει περιπέτειαν· ποῦ βλέπομεν αὐτήν; Τειρεσίας · ἦτο περίφημος μάντις τῆς ἀρχαιότητος, Θηβαῖος τὴν καταγωγὴν καὶ τυφλὸς ἀπὸ τοῦ ἑβδόμου ἔτους τῆς ἡλικίας του, διότι ἀνήγγειλεν εἰς τοὺς ἀνθρώπους τὴν βουλὴν τῶν θεῶν. ῾Ο Ζεὺς ὅμως ἀντὶ τῆς τυφλώσεώς του ἔδωκε τὸ χάρισμα τῆς μαντικῆς καὶ τὴν ἰδιότητα νὰ ἐννοῇ τὴν φωνὴν τῶν πτηνῶν καὶ νὰ προβλέπῇ καὶ νὰ προλέγῇ τὰ μέλλοντα, ἔτι δὲ τῷ ἐχάρισε τὴν μακροβιότητα ἐπὶ ἑπτὰ ἤ ἐννέα γενεάς. ὀρνιθοσκόπον · πολλὰ εἴδη μαντικῆς ἐχρησιμοποιοῦντο κατὰ τὴν ἀρχαιότητα. ᾽Εκ τούτων ἡ οἰωνοσκοπία ἢ ὀρνεοσκοπία συνίστατο εἰς τὴν παρατήρησιν τῆς πτήσεως ἢ τοῦ λαλήματος καὶ τῶν ἄλλων κινήσεων τῶν πτηνῶν. Οἱ ὀρνιθοσκόποι ἢ οἰωνοσκόποι ἐκάθηντο πρός παρατήρησιν εἰς τὸ οἰωνιστήριον ἤ ὀρνιθοσκοπεῖον, ὅπερ ἐλέγετο καὶ θῶκος ἢ θᾶκος ὀρνιθοσκόπος, καὶ ἦσαν ἐνδεδυμένοι λευκὰ ἱμάτια καὶ ἔφερον στέφανον ἐπὶ τῆς κεφαλῆς καὶ πίνακας εἰς τὰς χεῖρας, εἰς τοὺς ὁποίους ἀνέγραφον τὰς παρατηρήσεις των. Τὸ οἰωνοσκοπεῖον τοῦ Τειρεσίου ἐδεικνύετο καὶ μ. Χ., ὡς ἀναγράφει ὁ Παυσανίας (Παυσ. 9, 16, 1). ᾽Εμπυρομαντεία δὲ ἦτο ἡ παρατήρησις ἐκείνη, καθ’ ἥν παρετήρουν, πῶς ἤναπτε τὸ πῦρ, ὁποίου εἴδους φλόγα εἶχεν, ἂν περιεκύκλωνε τὸ θῦμα κλπ. βωμοῖσι παμφλέκτοισν ῞Ηφαιστος οὐκ ἔλαμπε . Μολονότι πανταχόθεν ἐφλέγοντο τὰ θύματα, ὅμως δὲν ἐκαίοντο. Τοῦτο ἦτο δεῖγμα ὅτι δὲν ἦτο ἡ θυσία εὐπρόσδεκτος ὑπὸ τῶν θεῶν. χολαὶ διεσπείροντο· ἡ χολὴ ἦτο μέρος τῶν σπλάγχνων, ὅτε δὲ ἡ θυσία ἦτο καλή, ἡ χολὴ ἔλειωνε σιγὰ - σιγὰ καὶ δὲν διερρηγνύετο, ὅπως ἐδῶ. καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς κλπ. Ἀφ’ οὗ αἱ φωναὶ τῶν ὀρνέων καὶ τὰ τῆς θυσίας ἦσαν ἀκατάληπτα εἰς τὸν μάντιν, ἀντελήφθη πλέον οὗτος, ὅτι τοῦτο ὠφείλετο εἰς τὰς αὐθαιρέτους ἐκείνας ἐνεργείας τοῦ Κρέοντος.
β΄) 1033 - 1063
Λεξιλογικαί .
ὥστε.= ὡς. ἀνδρὸς τοῦδε = ἐμοῦ. σκοποῦ= στόχου, κοὐδέ ἄπράκτος εἰμι μαντικῆς ὑμῖν = καὶ δὲν ἔμεινα ἀνεπιβούλευτος, ἀκακοποίητος ἀπὸ τὴν μαντικὴν τέχνην σας. τῶν = ὧν(δηλ. τῶν μάντεων). ὑπαὶ = ὑπό. γένος = σωματεῖον, σύλλογος. ἐξεμπολάομαι-ῶμαι = πωλοῦμαι ὡς ἐμπόρευμα. ἐκφορτίζομαι φορτώνομαι (ὡς ἐμπόρευμα). ἐμπολάω-ῶ = ἐμπορεύομαι. τάφῳ δ᾽ οὐχὶ κρύψετε... = ἐν πάσῃ ὅμως περιπτώσει δὲν θὰ ἐνταφιάσητε. τρέω = φοβοῦμαι. οὐδ’ ὥς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ παρήσω θάπτειν κεῖνον = οὐδ’ ὥς μὴ παρήσω θάπτειν ἐκεῖνον τρέσας τὸ μίασμα τοῦτο= οὔτε καὶ ὑπάρχει φόβος ἐν τοιαύτῃ περιπτώσει μήπως ἐγώ, φοβηθεὶς τὸ μίασμα τοῦτο, ἐπιτρέψω νὰ θάπτουν ἐκεῖνον. πίπτουσι δ’ αἰσχρὰ πτώματα = ὑφίστανται δὲ ἐπονειδίστους πτώσεις. χοἱ πολλὰ δεινοὶ = καὶ οἱ δεινότατοι, οἱ πολὺ ἐπιτήδειοι. φράζομαι = σκέπτομαι· χρῆμα = πρᾶγμα. ποῖον τοῦτο... σύμπτυξις τῶν δύο προτάσεων ποιόν ἑστι τοῦτο τὸ πάγκοινον, ὅ λέγεις; εὐβοὑλία = σύνεσις, ὀρθὴ σκέψις. μὴ φρονεῖν = ἡ ἀφροσύνη, ἡ ἀσυνεσία. τῆς νόσου = τοῦ μὴ φρονεῖν· ἀντιλέγω κακῶς = ἀντικακολογῶ. θεσπίζω= μαντεύω. τὸ δ’ ἐκ τυράννων = τὸ δὲ καταγόμενον ἐκ τυράννων, οἱ τύραννοι. ταγὸς= ἡγεμών, ἄρχων.῾Η σύνταξις: ἆρ’ οἶσθα λέγων ταγοὺς ὄντας,ἄ ἂν λέγῃς ; ἆρά γε γνωρίζεις, ὅτι λέγεις πρὸς ἀνθρώπους οἱ ὁποῖοι εἶναι ἡγεμόνες σου, ὁσαδήποτε λέγεις; ὄρσεις = θὰ μὲ ἀναγκάσῃς. τἀκίνητα διὰ φρενῶν = τὰ ἐν τῇ ψυχῇ μου ἀπόρρητα. κίνει = λέγα τα. μόνον δὲ μὴ λέγων = ἀρκεῖ μόνον νὰ μὴ λέγῃς. ἐπὶ κέρδεσι = πρὸς κερδοσκοπίαν οὕτω (δηλ. ἐπὶ κέρδεσι) γὰρ ἤδη καὶ δοκῶ (λέγειν) τὸ σὸν μέρος ; ἔτσι λοιπὸν τώρα πλέον πρὸς κερδοσκοπίαν φαίνομαι, ὅτι ὁμιλῶ κατὰ τὴν ἰδικήν σου γνώμην; ὡς μὴ ’ μπολήσων τὴν ἐμὴν φρένα = ὅτι δὲν θὰ μεταβάλῃς τὰς σκέψεις μου, πωλῶν αὐτὰς εἰς τοὺς συνενόχους (συνεργούς) σου.
Πραγματικαί.
κοὐδέ μαντικῆς ἄπρακτός εἰμι · οἱ ἀρχαῖοι, ὡς διαφαίνεται καὶ ἐκ τῶν ἔργων τοῦ Σοφοκλέους, τοὺς μάντεις ἐθεώρουν καπηλευομένους ἐνίοτε τὸ ἐπάγγελμά των πρὸς κερδοσκοπίαν καὶ χρηματισμὸν (πρβλ. καὶ Οἰδίποδος τυράννου στίχ. 387, ἔνθα ὁ Οἰδίπους ἀποκαλεῖ τὸν Τειρεσίαν «δόλιον ἀγύρτην ὅστις ἐν τοῖς κέρδεσιν μόνον δέδορκε...»). ἤλεκτρον· εἶναι ἤ φυσικὸν ἤ ἐπίτηδες γενόμενον τεχνητῶς κρᾶμα χρυσοῦ καὶ ἀργύρου εἰς ποσοστὸν 3/4 ἐκ τοῦ πρώτου καὶ 1/4 ἐκ τοῦ δευτέρου. Συνελέγετο πολὺ παρὰ τὰς Σάρδεις καὶ ἐξ ᾽Ινδιῶν, αἱ ὁποῖαι κατέβαλλον εἰς τὸν Δαρεῖον ὡς φόρον 36Ο τάλαντα ψήγματος (κόνεως) χρυσοῦ. Διὸς αἰετοί· ὁ ἀετός, ὡς ἱπτάμενος εἰς τὰ ὕψη καὶ τὸν Ολυμπον, ἐθεωρεῖτο ἱερὸν τοῦ Διὸς πτηνόν. εἰς Διὸς θρονους· ὁ Κρέων ἐξ ὀργῆς παραφέρεται εἰς σημεῖον νὰ ἀσεβήσῃ καὶ πρὸς αὐτὸν τὸν Δία, καὶ τοῦτο ἐννοήσας προσπαθεῖ νὰ διορθώσῃ τὸ σφάλμα του διὰ τῶν λεγομένων του ἐν στίχ. 1044.
γ΄) 1064 1090
Λεξιλογικαὶ.
κάτισθί· ὁ Τειρεσίας ὁμιλεῖ, χρησιμοποιῶν τὴν αὐτὴν λέξιν τοῦ Κρέοντος, ἴσθι, πρὸς ἔμφασιν. τρόχους = τροχιάς, δρόμους. ἁμιλλητῆρας· ἁμιλλωμένους εἰς τὴν ταχύτητα πρὸς ἀλλήλους· εἶναι ποιητικὴ ἔκφρασις ἀντὶ ἡμέρας, λέγονται δὲ οὕτως, ἐπειδὴ οἱ δρόμοι τοῦ ἡλίου, αἱ ἡμέραι, φαίνοντα ἁμιλλώμεναι πρὸς ἀλλήλας κατὰ τὴν ταχύτητα. τελῶν (μέλλ. χρόνου)= διανύσων. σπλάγχνον = τέκνον. νέκυν νεκρῶν· τὸν Αἵμονα ἀντὶ τοῦ Πολυνείκους καὶ τῆς Ἀντιγόνης ἡ σύνταξις: ἐν οἷσι (τρόχοις...) αὐτὸς ἀντιδοὺς ἔσῃ ,=ἐντὸς τῶν ὁποίων ἡμερῶν θὰ ἔχῃς δώσει ὁ ἴδιος εἰς ἀνταπόδοσιν. ἀμοιβὸν νεκρῶν = εἰς ἀντάλλαγμα τῶν νεκρῶν. ἀνθ’ ὧν = διότι. τῶν ἄνω · γενικὴ τοῦ δινῃρημένου ὅλου. ἕνα τῶν ὄντων ἄνω (ἐπὶ τῆς γῆς)· ἐννοεῖ τὴν Ἀντιγόνην. ψυχὴν τ’ ἀτίμως ἀναπτύσσουσι τὸν προηγούμ. στίχον (διὰ τοῦ ψυχὴν ἐννοεῖ τὴν ζωήν). ἀτίμως = ἄνευ τῶν ὀφειλομένων αὐτῇ τιμῶν. κατοικίζω = βάλλω νὰ κατοικήσῃ. ἄμοιρος = ἀμέτοχος, ἐστερημένος. τῶν κάτωθεν θεῶν (εἰς οὓς ἀνήκει)· ἡ γενικὴ αὕτη ἐξαρτᾶται ἐκ τοῦ προηγουμένου ἐπιθέτου ἄμοιρος. ἐνθάδε = ἐδῶ ἐπὶ τῆς γῆς. ἡ ὅλη πρότασις: ἔχεις δ’ αὖ ἐνθάδ’ (ἕνα ἄλλον) ἄμοιρον τῶν κάτωθεν θεῶν= κρατεῖ δὲ ἀφ’ ἑτέρου ἐδῶ ἐπάνω εἰς τὴν γῆν ἕνα ἄλλον ἐστερημένον τῶν κάτω θεῶν, εἰς οὓς ἀνήκει. ἀκτέριστος = ὁ μὴ μετασχὼν τῶν κτερισμάτων (τῶν προσηκουσῶν ἐπικηδείων τιμῶν). ἀνόσιος = μὴ τυχὼν τῶν ὁσίων· τὰ δύο τελευταῖα ἐπίθετα ἐπεξηγοῦσι τὸ ἐπίθετον ἄμοιρον. μέτεστί τινί τινος = μετέχει τίς τινος, ἔχει τις δικαίωμα ἐπί τινος. ὧν = ἐπὶ πάντων τῶν ἀνωτέρω (τιμῶν καὶ δικαιωμάτων). ἐκ σοῦ βιάζονται τάδε = ὑπὸ σοῦ ἐξαναγκάζονται νὰ βλέπωσι αὐτὰ ἐδῶ (οἱ θεοί)· κατ’ ἄλλην ἑρμηνείαν: ἀλλὰ ταῦτα εἶναι αὐθαίρετοι ἐνέργειαί σου. τούτων (γεν. αἰτ.)= διὰ ταῦτα) ἐννοεῖ τὸ ἄταφον τοῦ Πολυνείκους καὶ τὴν ἐγκάθειρξιν τῆς Ἀντιγόνης). λωμητὴρ-ῆρος (θηλ. γεν.)= ἐξολοθρεύτρια. ὑστεροφθόρος = ἡ ὕστερον (μετὰ τὴν κακὴν πρᾶξιν) βλάπτουσα ἢ τιμωροῦσα. λοχάω-ῶ = ἐνεδρεύω καὶ φυλάττω. καὶ θεῶν = καὶ τῶν ἄνω θεῶν, διότι ὁ Κρέων ἥμαρτε καὶ εἰς τοὺς ἄνω καὶ εἰς τοὺς κάτω θεοὺς καὶ κατ’ ἀκολουθίαν χάριν ἀμφοτέρων θὰ καταδιωχθῇ ὑπὸ τῶν ᾽Ερινύων. ληφθῆναι ἐν τοῖσιν αὐτοῖς τοῖσδε κακοῖς= ὥστε νὰ περιπλακῇς εἰς τὰς ἰδίας μὲ αὐτὰς ἐδῶ τὰς συμφοράς. ἀθρέω-ῶ = παρατηρῶ. καταργυρόω-ῶ = ἀσημώνω, περικαλύπτω μὲ ἄργυρον, ἐδῶ; δεκάζω διὰ χρημάτων, διαφθείρω. τριβὴ = παρέλευσις. ἀνδρῶν γυναικῶν (ὑπαινίσσεται τοὺς μετέπειτα θρήνους τοῦ Κρέοντος καὶ τῆς Εὐρωδίκης) γεν. ὑποκειμ. είς τὰ κωκύματα· κωκύματα = θρῆνοι. ἐχθραὶ (κατηγορούμενον τροπικῶς προσδιορίζον τὸ ῥῆμα). συνταράσσονται = περιπίπτουν εἰς ἐμφυλίους ἔριδας. ὅσων· γεν. κτητ. εἰς τὸ σπαράγματα = ἐσπαραγμένα μέλη (ὡς· ἐδῶ τοῦ Πολυνείκους). καθαγνίζω = καθιερώνω, ἐκπληρῶ ὅσιον καθῆκον (μετά τινος σαρκαστικῆς εἰρωνείας λέγει, ὅτι οἱ κύνες ἢ τὰ θηρία ἢ τὰ ὄρνεα ἐξεπλήρωσαν ἀντὶ τῶν ἀνθρώπων τὸ καθῆκον τοῦ ἐνταφιασμοῦ, θάψαντα τὰ ἐσπαραγμένα μέλη ἐντὸς τῆς κοιλίας των). ἑστιοῦχος = ἡ ἔχουσα ναοὺς καὶ βωμούς. πόλις = ἀκρόπολις. τοξεύματα καρδίας (γεν. ἀντικειμ.)= βέλη πλήττοντα τὴν καρδίαν σου,.θυμῷ= ὑπὸ τὸ κράτος τῆς ὀργῆς μου. βέβαια = ἀσφαλῆ. τὸ θάλπος = τὴν φλόγα, τὴν καυστικότητα, οὐχ ὑπεκδραμῇ (ῥ ὑπεκθέω)= δὲν θὰ δια-φύγῃς· ἀφῇ = ἐκχύσῃ. τὸν νοῦν τῶν φρενῶν = τὰς ἰδέας του,
δ΄) 1091 - 1114
Λεξιλογικαί.
δεινὰ θεσπίσας = φοβερὰς μαντείας εἰπών. ἐξ ὅτου τήνδε λευκὴν ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα = ἀπὸ τῆς ἐποχῆς, καθ’ ἣν ἀντὶ μελαίνης περιβάλλομᾳι τὰς λευκὰς ταύτας τρίχας, μεταπίπτω ἐκ τῆς νεανικῆς εἰς τὴν γεροντικὴν ἡλικίαν. λακεῖν · ἀόρ. β΄ τοῦ λάσκω= λέγω. Παρατηρητέα ἡ ἐξάρτησις τοῦ ἀπαρεμφάτου ἐκ τοῦ ἐπιστάμεθα. ἔγνωκα καὐτὸς (ὅτι δηλ. οὐδὲποτε ἄλλοτε ἐψεύσθη). εἰκαθεῖν· ἀπαρ.τοῦ ἐπεκταθέντος ἀόρ. β΄ τοῦ ῥ. εἴκω= ὑποχωρῶ. ἀντιστάντα (ὑποθ. μετ.) πατάξαι θυμὸν ἄτῃ = νὰ πλήξω τὴν ψυχήν μου μὲ συμφοράν. ἐν δεινῷ πάρα (πάρεστι)= ὑπάρχει κίνδυνος. εὐβουλίας δεῖ = παρίσταται ἀνάγκη ὀρθῆς σκέψεως (ὀρθοφροσύνης). ἄνες = ἄφησε ἐλευθέραν. ἐπαινεῖς = συμβουλεύεις. παρεικαθεῖν = τῷ προηγ. εἰκαθεῖν. ὅσον γ’ ἄναξ · ἐνν. δοκεῖ μοι παρεικαθεῖν. συντέμνω τοὺς κακόφρονας = συντέμνω τὴν ὁδὸν πρὸς τοὺς κακόφρονας= συντόμως καταφθάνω τοὺ; κακῶς φρονουντας. θεῶν βλάβαι · αἱ ᾽Ερινύες τῶν θεῶν. ποδώκης = ταχύπους. μόλις μὲν = μετὰ δυσκολίας μὲν (ἐνν. ἐξίσταμαι τῆς καρδίας= ἀφίσταμαι τῆς γνώμης μεταβάλλω απόφασιν). τὸ δρᾶν = εἰς τὸ νὰ πράττω, νὰ ἐνεργῶ. ἀνάγκῃ δ’ οὐχὶ δυσμαχητέον = δὲν πρέπει δὲ νὰ ἀντιμάχηταί τις ματαίως (ἄνευ ἐλπίδος ἐπιτυχίας) πρὸς τὴν (ἀδήριτον) ἀνάγκην τῶν πραγμάτων. δρᾶ (προστακτ.)= πρᾶττε. μηδὲ τρέπε = καὶ νὰ μὴ ἀναθέτῃς (ἀντικ. ἐνν. δρᾶν), στείχοιμ’ ἂν = εἶμι. ὀπάων = ἀκόλουθος. ὁρμᾶσθε = ἐκκινήσατε ταχέως. ἐπόψιος τόπος= τόπος περίοπτος, καταφανής. ἡ δόξα τῇδ’ ἐπεστράφη = ἡ γνώμη μου ἔλαβεν αὐτὴν τὴν κατεύθυνσιν. αὐτὸς τ’ ἔδησα καὶ παρὼν ἐκλύσομαι = ὅπως ὁ ἴδιος περιέπλεξα τὰ πράγματα, οὕτω καὶ ἐγὼ ὁ ἴδιος διὰ τῆς παρουσίας μου (αὐτοπροσώπως) θὰ ἐπιφέρω τὴν λύσιν αὐτῶν. τὸν βίον τελῶ = διάγω τὸν βίον. ῾Η σύνταξις: δέδοικα γὰρ μὴ ἄριστον ᾖ τελεῖν τὸν βίον σῴζοντα τοὺς καθεστῶτας νόμους = τοὺς παλαιόθεν ὑφισταμένους νόμους (δηλ. τὸ φυσικὸν καὶ θεῖον δίκαιον). Τοιουτοτρόπως ἐν τέλει ὑφίσταται ὁλοκληρωτικὴν ἧτταν ὁ Κρέων, παραδεχόμενος ἐκεῖνο τὸ ὁποῖον μετ’ αὐτοθυσίας ὑπερήσπισεν ἡ ἡρωίς μας Ἀντιγόνη. ῾Ο Κρέων εἰπὼν ταῦτα ἀπῆλθεν ἐξ ἀριστερῶν, μεταβαίνων ἐκεῖ, ὄπου ἔκειτο ἄταφον τὸ πτῶμα τοῦ Πολυνείκους.
Πραγματικαί.
τρόχους ἁμιλλητῆρας · τὸν ῞Ηλιον ἐφαντάζοντο ἐπιβαίνοντα τεθρίππου ἅρματος. οὐχ ὑπεκδραμῇ · ἐννοεῖ, ὅτι τὰ σφάλματα τοῦ Κρέοντος εἶναι πλέον ἀθεράπευτα καὶ δὲν θὰ δυνηθῇ ν’ ἀποφύγῃ τὸ θλιβερὸν ἀποτέλεσμα αὐτῶν. ἀξίνας διὰ νὰ κόψουν τὰ ξύλα τῆς πυρᾶς τοῦ Πολυνείκους καὶ νὰ ἀνοίξωσι τὸν στόμιον τοῦ τάφου τῆς Ἀντιγόνης. αὐτὸς τ’ ἔδησα καὶ ἐκλυσομαι· ταῦτα ἀναφέρονται εἰς τὴν Ἀντιγόνην, τὴν ὁποίαν ἔχει δεσμίαν ζωντανὴν ἐν τῷ τάφῳ, καὶ εἰς τὸν Πολυνείκη, ὃν ἐκράτει ἄταφον, μὴ δυνάμενον νὰ κατέλθῃ εἰς ᾍδην. Παρατηρεῖται δὲ ἀσάφειά τις εἰς τὰς παραγγελίας τοῦ Κρέοντος, ἥτις ἐξηγεῖται, ἀφ’ ἑνὸς μὲν λόγῳ τῆς σπουδῆς καὶ ἀφ᾽ ἑτέρου διότι καὶ ὁ ἴδιος πηγαίνει καὶ δύναται αὐτοπροσώπως καὶ ἐπὶ τόπου νὰ δώσῃ καλυτέρας ὁδηγίας
0 σχόλια:
Δημοσίευση σχολίου