Τό Δ' Ἐπεισόδιον τῆς Ἀντιγόνης (στίχ. 801-943)

Π. Ν. ΔΗΜΟΠΟΥΛΟΥ 


 
νῦν δ᾽ ἤδη ᾽γὼ καὐτὸς θεσμῶν
ἔξω φέρομαι τάδ᾽ ὁρῶν ἴσχειν δ᾽
οὐκέτι πηγὰς δύναμαι δάκρυ
τὸν παγκοίτην ὅθ᾽ ὁρῶ θάλαμον
τήνδ᾽ Ἀντιγόνην ἀνύτουσαν. 805

ΑΝ. στρ. α΄ ὁρᾶτ᾽ ἔμ᾽, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν
στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου,
κοὔποτ᾽ αὖθις. ἀλλά μ᾽ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει 810
τὰν Ἀχέροντος
ἀκτάν, οὔθ᾽ ὑμεναίων ἔγκληρον, οὔτ᾽ ἐπινύμφειός
πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλ᾽ Ἀχέροντι νυμφεύσω. 815
ΧΟ. οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσ᾽
ἐς τόδ᾽ ἀπέρχει κεῦθος νεκύων,
οὔτε φθινάσιν πληγεῖσα νόσοις
οὔτε ξιφέων ἐπίχειρα λαχοῦσ᾽, 820
ἀλλ᾽ αὐτόνομος ζῶσα μόνη δὴ
θνητῶν Ἅιδην καταβήσει.
ΑΝ. ἀντ. α ΄ ἤκουσα δὴ λυγρότατον ὀλέσθαι τὰν Φρυγίαν ξέναν
Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς 825
πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν,
ὡς φάτις ἀνδρῶν,
χιών τ᾽ οὐδαμὰ λείπει, τέγγει δ᾽ ὑπ᾽ ὀφρύσι παγκλαύτοις 830
δειράδας· με δαίμων ὁμοιοτάταν κατευνάζει.
ΧΟ. ἀλλὰ θεός τοι καὶ θεογεννής,
ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. 835
καίτοι φθιμένῃ μέγα κἀκοῦσαι
τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν.
ζῶσαν καὶ ἔπειτα θανοῦσαν.
ΑΝ. στρ. β΄ οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων.
οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλ᾽ ἐπίφαντον; 840
ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες·
ἰὼ Διρκαῖαι κρῆναι
Θήβας τ᾽ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμ᾽ ἐπικτῶμαι,845
οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις
πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου·
ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα 850
μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν.
ΧΟ. προβᾶσ᾽ ἐπ᾽ ἔσχατον θράσους
ὑψηλὸν ἐς Δίκας βάθρον
προσέπεσες, ὦ τέκνον, πολύ· 855
πατρῷον δ᾽ ἐκτίνεις τιν᾽ ἆθλον.
ΑΝ. ἀντ. β ΄ ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας,
πατρὸς τριπόλιστον οἶκτον τού τε πρόπαντος
ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. 860
ἰὼ ματρῷαι λέκτρων
ἆται κοιμήματά τ᾽ αὐτογέννητ᾽ ἐμῷ πατρὶ δυσμόρου ματρός, 865
οἵων ἐγώ ποθ᾽ ἁ ταλαίφρων ἔφυν·
πρὸς οὓς ἀραῖος ἄγαμος ἅδ᾽ ἐγὼ μέτοικος ἔρχομαι.
ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, 870
θανὼν ἔτ᾽ οὖσαν κατήναρές με.
ΧΟ. σέβειν μὲν εὐσέβειά τις,
κράτος δ᾽ ὅτῳ κράτος μέλει
παραβατὸν οὐδαμᾷ πέλει·
σὲ δ᾽ αὐτόγνωτος ὤλεσ᾽ ὀργά. 875
ΑΝ. ἐπῳδ. ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι
τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε
λαμπάδος ἱερὸν ὄμμα
θέμις ὁρᾶν ταλαίνᾳ. 880
τὸν δ᾽ ἐμὸν πότμον ἀδάκρυτον
οὐδεὶς φίλων στενάζει.
ΚΡ. ἆρ᾽ ἴστ᾽, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν
ὡς οὐδ᾽ ἂν εἷς παύσαιτ᾽ ἄν, εἰ χρείη λέγειν;
οὐκ ἄξεθ᾽ ὡς τάχιστα; καὶ κατηρεφεῖ 885
τύμβῳ περιπτύξαντες, ὡς εἴρηκ᾽ ἐγώ,
ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν
εἴτ᾽ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ·
ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην
μετοικίας δ᾽ οὖν τῆς ἄνω στερήσεται. 890
ΑΝ. ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς
οἴκησις ἀείφρουρος, οἷ πορεύομαι
πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς
πλεῖστον δέδεκται Φερσέφασσ᾽ ὀλωλότων·
ὧν λοισθία ᾽γὼ καὶ κάκιστα δὴ μακρῷ 895
κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου.
ἐλθοῦσα μέντοι κάρτ᾽ ἐν ἐλπίσιν τρέφω
φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί,
μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα·
ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ 900
ἔλουσα κἀκόσμησα κἀπιτυμβίους
χοὰς ἔδωκα. νῦν δέ Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ᾽ ἄρνυμαι.
καίτοι σ᾽ ἐγὼ ᾽τίμησα τοῖς φρονοῦσιν εὖ.
οὐ γάρ ποτ᾽ οὔτ᾽ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, 905
οὔτ᾽ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ᾽ ἂν ᾐρόμην πόνον.
τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
καὶ παῖς ἀπ᾽ ἄλλου φωτός, εἰ τοῦδ᾽ ἤμπλακον, 910
μητρὸς δ᾽ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ᾽ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
τοιῷδε μέντοι σ᾽ ἐκπροτιμήσασ᾽ ἐγὼ
νόμῳ Κρέοντι ταῦτ᾽ ἔδοξ᾽ ἁμαρτάνειν
καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. 915
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλ᾽ ὧδ᾽ ἔρημος πρὸς φίλων ἡ δύσμορος
ζῶσ᾽ εἰς θανόντων ἔρχομαι κατασκαφάς. 920
ποίαν παρεξελθοῦσα δαιμόνων δίκην;
τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι
βλέπειν; τίν᾽ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ
τὴν δυσσέβειαν εὐσεβοῦσ᾽, ἐκτησάμην.
ἀλλ᾽ εἰ μὲν οὖν τάδ᾽ ἐστὶν ἐν θεοῖς καλά, 925
παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες·
εἰ δ᾽ οἵδ᾽ ἁμαρτάνουσι, μὴ πλείω κακὰ
πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ.
ΧΟ. ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ
ψυχῆς ῥιπαὶ τήνδε γ᾽ ἔχουσιν. 930
ΚΡ. τοιγὰρ τούτων τοῖσιν ἄγουσιν
κλαύμαθ᾽ ὑπάρξει βραδυτῆτος ὕπερ.
ΑΝ. οἴμοι, θανάτου τοῦτ᾽ ἐγγυτάτω
τοὔπος ἀφῖκται.
ΧΟ. θαρσεῖν οὐδὲν παραμυθοῦμαι 935
μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι.
ΑΝ. ὦ γῆς Θήβης ἄστυ πατρῷον
καὶ θεοὶ προγενεῖς,
ἄγομαι δὴ κοὐκέτι μέλλω.
λεύσσετε, Θήβης οἱ κοιρανίδαι 940
τὴν βασιλειδᾶν μούνην λοιπήν,
οἷα πρὸς οἵων ἀνδρῶν πάσχω,
τὴν εὐσεβίαν σεβίσασα.


ΤΕΤΑΡΤΟΝ ΕΠΕΙΣΟΔΙΟΝ (801 - 943)
(᾽Εν τούτῳ περιλαμβάνεται καὶ ὁ κομμὸς 806 - 886)


α΄) 801 - 882


Λεξιλογικαί.
ἔξω θεσμῶν= ἔξω τῶν νομίμων, τῆς καθιερωμένης τάξεως τῶν πραγμάτων. ὁρῶν καὶ ὅθὁρῶ · ἐκφράζεται αἰτιολογία. παγκοίτας = ὁ τοὺς πάντας κοιμίζων. ἀνύτω καὶ ἀνύω θάλαμο= διανύω τὴν ὁδὸν εἰς τὸν κοιτῶνα (ἐνν. τὸν ᾍδην). 


στροφὴ α΄ . νεάταν (νέος)= τὴν τελευταίαν ὁδόν. νέατον· ἐπιρρημ. προσδιορ= διὰ τελευταίαν φοράν. ἔγκληρος = μέτοχος. ἐπινυμφίδιος= ᾀδόμενος χάριν τῆς νύμφης ἐπὶ τῷ νυμφῶνι, τὸ ἐπιθαλάμιον ᾆσμα. κεῦθος (τὸ)= ὁ κευθμών, ἡ κρύπτη. φθινάδες νόσοι = νοσοι φθαρτικαί, φθίσις. ἐπίχειρα ξιφέων (ἡ γεν. ὑποκειμ.)= ἀμοιβὴ παρεχομένη ὑπὸ τοῦ ξίφους, ὁ διὰ ξίφους θάνατος (τοῦτον ἐσκόπει ἀρχικῶς νὰ ἐφαρμόσῃ ὁ Κρέων, ἰδὲ στίχ. 76Ο καὶ 761). αὐτόνομος = αὐθαίρετος, οἰκείᾳ θελήσει. μόνη· ἀναφέρεται εἰς τὸ ζῶσα. 


ἀντιστρ· α΄ . λυγροτάταν (ἐπιρρημ. κατηγ.)= οἰκτρότατα, κατὰ τρόπον λυπηρότατον. πρὸς ἄκρῳ Σιπύλῳ = παρὰ τὴν κορυφὴν τοῦ ὄρους Σιπύλου (κυρίως εἶναι εἰς τὸ μέσον τοῦ κρημνοῦ). δαμάζω = ἀπολιθώνω. πετραία βλάστα = βλάστησις (προεξοχὴ) τοῦ βράχου. ὡς ἀτενὴς κισσὸς= ὡς κισσὸς ἰσχυρῶς περιτετυλιγμένος ὅπως δηλ, ὁ κισσός, σφιγκτὰ περιφυόμενος εἰς τὸ δένδρον, ἀφανὲς καθιστᾷ αὐτό. οὕτω καὶ ὁ βράχος ἰσχυρῶς περιπεπλεγμένος ἀπελίθωσε τὴν Νιόβην. ὡς φάτις ἀνδρῶν = ὡς λέγεται. τάκομαι = τήκομαι= λειώνω, μαραίνομαι ἐκ λύπης. λείπει· καθ’ ἑνικόν, ὡς συνταχθὲν πρὸς τὸ πλησιέστερον. χιών · χιὼν ἐτέθη ἀντὶ τοῦ ἐξ αὐτῆς παραγομένου ὕδατος· διὰ τούτου μᾶς ἑρμηνεύει, πόθεν προέρχονται τὰ δάκρυα τῆς Νιόβης. δειρὰς-άδος = ὁ λαιμὸς τοῦ σώματος. Τοῦτο λέγεται καὶ περὶ τῆς ράχεως τοῦ ὄρους, ὅπως καὶ αἱ ὀφρύες (ἐδῶ ὀφθαλμοὶ) λέγονται καὶ ἐπὶ ὄρους καὶ ἐπὶ ἀνθρωπίνου σώματος. παγκλαύτοις = ταῖς ἀεὶ κλαιούσαις. ᾇ με ὁμοιοτάταν (ἐπιρρ. κατηγορ.)= πρὸς αὐτὴν δὲ ἐμὲ καθ᾽ ὁμοιότατον τρόπον (δηλ. καὶ ἡ μία καὶ ἡ ἄλλη ὑπὸ βράχου περιβάλλονται). κατευνάζω= κοιμίζω, θανατώνω. θεογεννὴς= γεννηθεῖσα ἐκ θεῶν (ἡ Νιόβη). καίτοι = καὶ ὅμως. φθιμένᾳ (τινὶ)= ὅταν ἀποθάνῃ τις. ἀκούω = νομίζομαι, φημίζομαι. ἔγκλημα = κοινά, ὅμοια. ‘Η σειρὰ τῶν λέξεων: καίτοι τἀκοῦσαι ἔγκληρα τοῖς ἰσοθέοις λαχεῖν μέγα ἐστὶ (τινι) φθιμένᾳ = καὶ ὅμως τὸ να γίνῃ φήμη περὶ τινος, ὅτι, ὅτε ἀπέθανεν, ἔτυχε τῆς αὐτῆς μοίρας πρὸς τοὺς ἰσοθέους, εἶναι σπουδαῖον. 


στροφὴ β΄ . γελῶμαι = περιπαίζομαι (ἡ Ἀντιγόνη λέγει τοῦτο, εἴτε διότι ἡρμήνευσε τὴν λέξιν λαχεῖν διὰ τοῦ παθεῖν, εἴτε διότι δὲν ἔβλεπε τὸν λόγον νὰ παραβληθῇ πρὸς τὴν Νιόβην, θεωρήσασα εἰρωνικὰ εἰς βάρος της τὰ λεχθέντα ὑπὸ τοῦ χοροῦ). οἴχομαι = φεύγω, ἀποθνήσκω. ἐπίφαντος = ὁρωμένη, ζῶσα. πολυκτὴμονες = πλούσιοι (εἰς οὕς περιλαμβάνεται καὶ ὁ τίτλος εὐγενείας). ὔμμε (αἰολικὸς τύπος)= ὑμᾶς· ἔμπας = μ’ ὅλα ταῦτα (ἂν καὶ οὐδὲν κερδίζω). ἐπι-κτῶμαι = ἐπικαλοῦμαι μάρτυρας. οἵα... ἔρχομαι · πλαγ. ἐρωτ. πρότ.= ὑπὸ ποίας συνθήκας... ᾽Επεξηγεῖται δια του: φιλων ἄκλαυτος. οἵοις νομοις (ἐνν. ἀνοσίοις)= μὲ ποίους ἀνοσίους νόμους ἕργμα (εἵργνυμι εἵργω)= εἱρκτή, τάφος. τυμβόχωστος = ὡσὰν τύμβος κεχωσμένος. ποταίνιος = νέος, πρωτάκουστος (καινοφανής, διότι πρόκειται νὰ κλεισθῇ ἐν αὐτῷ ζωντανή). πρὸς ἔργμα τυμβόχ. ἔρχομαι τάφου ποταινίου = πηγαίνω εἰς εἱρκτὴν πρωτακούστου τάφου, ὡσὰν τύμβον ἐπικεχωσμένην. μέτοικος = ζῶσα, κατοικοῦσα μεταξύ. προσέπεσες= προσέκρουσες (ἔκφρασις ποιητική), βαρέως ἥμαρτες. βάθρον δίκας = βάσιν (θρόνον) τοῦ ἀγάλματος τῆς θεᾶς Δικαιοσύνης. ἐκτίνω = πληρώνω. πατρῷος = ὑπὸ τοῦ πατρὸς κληροδοτηθείς. πολύν τινα= παρὰ πολὺν (φοβερόν): ἆθλος = ἀγών, δυστύχημα. 


ἀντιστρ. β΄ . ψαύω (συντάσσ. ἐδῶ μετ. αἰτιατ.)= ἐγγίζω, ὑπομιμνῄσκω. τριπόλιστος = (τρὶς - πολίζω ἢ πολέω= ἀροτριῶ, στρέφω)= τρὶς (δηλ ἐπανειλημμένως) λεγόμενος καὶ ἑπομενως διαβόητος. οἶτος (ἐκ ῥίζ. οἰ τοῦ οἴσω τοῦ ῥήμ. φέρω)= μοιραῖον, τύχη (χρησιμ. ὡς ἐπεξ. τοῦ μερίμνας). πρόπαντος = ὁλοκλήρου ἐν γένει (ἡ πρὸ ἐπιτείνει τὴν ἔννοιαν τοῦ παντός). κλεινοῖς Λαβδακ. ἀντὶ γενικῆς ἐτέθη ἡ δοτ. ἐκ τοῦ πότμου (πίπτω)= τοῦ πεσόντος ἡμῖν κλπ., χρησιμ. δὲ ἡ δοτικὴ αὕτη ὡς ἐπεξήγησις τοῦ: ἁμετέρου. ματρῷαι λέκτρων ἆται= ἄται ματρῴων λέκτρων= δυστυχήματα (συμφοραὶ) προελθόντα ἐκ τοῦ γάμου τῆς μητρός μας. κοιμήματα δυσμόρου μητρὸς (γεν. ὑποκ.)= περιπτύξεις, πλαγιάσματα τῆς... αὐτογέννητα (ὑπαλλαγὴ) ἀντὶ αὐτογεννήτῳ πατρὶ= μὲ τὸν πατέρα, ὃν αὐτὴ ἡ ἰδία ἐγέννησεν. οἵων = ἀπὸ ποίους γονεῖς. ἀραῖος = ἐπικατάρατος, μέτοικος = ἵνα συνοικήσω μετ’ αὐτῶν. δύσποτμος = κακότυχος. κυρέω-ώ= τυγχάνω. κατὴναρες · ἀόρ. β΄. τοῦ ἀποθ. ῥήμ. κατεναίρομαι= φονεύω. εὐσέβεια = εἶναι τεκμήριον εὐσεβῶν φρονημάτων. κράτος δέ (τούτου) ᾧ κράτος μέλει, οὐδαμᾷ παραβατὸν πέλει=ἐξουσία δὲ ἐκείνου, ὄστις εἶναι ἐπιτετραμμένος αὐτήν, κατ’ οὐδένα τρόπον εἶναι παραβατή· αὐτόγνωτος ὀργὰ = αὐτόβουλος ὁρμή, αὐθαίρετος σπουδή. τάνδε = δι’ αὐτῆς ἐδῶ. οὐκέτι μοι θέμις (ἐστὶ)= δὲν εἶναι πλέον ἐπιτετραμμένον εἰς ἐμέ. λαμπάδος = τοῦ ἡλίου. πότμος (ὁ)= μοῖρα. ἀδάκρυτος = ἄκλαυτος. 


Πραγματικαί.
ἔξω φέρομαι τῶν θεσμῶν · ἐξέρχεται τῆς κεκανονισμένης τάξεως τῶν πραγμάτων, ἐπειδὴ διὰ τῶν δακρύων του δεικνύει συμπάθειαν πρὸς τὴν καταδικασθεῖσαν βασιλόπαιδα. ᾽Εν τῷ κομμῷ, στίχ. 806 - 882, ἡ Ἀντιγόνη, ἥτις, ὡς ἡρωὶς ὑπὲρ τοῦ ἄλλους κοινοὺς ἀνθρώπους, ἐθυσίασε ζωὴν καὶ πᾶν ἀγαθὸν χάριν τῆς ἐκπληρώσεως ἑνὸς ὑπερτάτου καθήκοντος, τώρα, ὅτε ἐπετελέσθη τοῦτο καὶ βλέπει ἐμπρός της τὸ φάσμα τοῦ θανάτου καὶ ἀναλογίζεται τὴν στέρησιν τοῦ γάμου, ὅστις ἦτο καὶ εἶναι ὁ φυσικὸς τῆς γυναικὸς προορισμός, λυπεῖται ὑπερβολικὰ ὡς ἄνθρωπος κ.τ.λ.· ποῖα ἄλλα παρόμοια παραδείγματα ἔχομεν; Ἅχέρων· ποταμὸς ἐν Θεσπρωτίᾳ τῆς ᾽Ηπείρου· πηγάζων οὗτος ἀπὸ τὰ βουνὰ τοῦ Σουλίου διαρρέει τὴν Ἀχερουσίαν λίμνην, βυθίζεται ὑπὸ τὴν γῆν καὶ ἐκρέει ἀκολούθως εἰς τὴν ᾽Ιόνιον θάλασσαν. Τὸ ἄγριον καὶ τραχὺ καὶ μυστηριῶδες τῶν τόπων, δι’ ὧν διέρχεται, τὰ σκοτεινὰ καὶ λασπώδη νερὰ τῆς λίμνης, αἱ ἐξαφανίσεις καὶ ἐπανεμφανίσεις αὐτοῦ, ἔδωκαν ἀφορμὴν εἰς παλαιοτάτας τοπικὰς παραδόσεις καὶ ἔπλασαν τὸν ὁμώνυμον τοῦ ᾍδου ποταμόν. ὑμεναίων · οἱ ὑμέναιοι ἦσαν ᾄσματα ᾀδόμενα κατὰ τοὺς γάμους, καὶ ἰδίᾳ κατὰ τὴν πομπήν, ἐν συνοδείᾳ αὐλοῦ. ῾Ο δ’ ἐπιθαλάμιος ὕμνος ἐψάλλετο ἔξωθι τοῦ νυμφικοῦ θαλάμου πρὸς τιμὴν τῆς νύμφης ὑπὸ παρθένων ἔξωθι τοῦ νυμφῶνος ἱσταμένων. ζῶσα μόνη δή. ... ὁ χορὸς θέλων νὰ παρηγορήσῃ τὴν τεθλιμμέννην Ἀντιγόνην εὑρίσκει πρόχειρον δικαιολογίαν, ὅτι μόνη αὐτὴ κατ’ ἐξαίρεσιν, χωρὶς νὰ ἀσθενήσῃ κλπ., ζωντανὴ κατέρχεται εἰς τὸν ᾍδην. Φρυγίαν ξέναν · πρόκειται περὶ τῆς Νιόβης τῆς θυγατρὸς τοῦ περιβοήτου Ταντάλου, ὁ μῦθος τοῦ ὁποίου καὶ τῆς Νιόβης εἶναι γνωστός, ἡ δὲ ἀπολίθωσις αὐτῆς κατὰ τὴν μυθολογίαν ἐγένετο ἐκεῖ παρὰ τὸ ὄρος Σίπυλον τῆς Λυδίας ἐν Μ. Ἀσίᾳ ὅπου ὑπάρχει ἀνάγλυφος φυσικὴ ἐκ πέτρας γυναικεία μορφὴ καθημένη, ἐπιγέννημα μὲν αὐτῆς τῆς φύσεως, ἀλλὰ καὶ διὰ τῆς τέχνης καταλλήλως διασκευασθεῖσα, ὥστε νὰ μὴ παραλλάσσῃ τῆς μορφῆς γυναικὸς καθημένης καὶ δακρυρροούσης, δάκρυα δὲ εἶναι τὰ ὄμβρια καὶ τὰ ἐκ τῆς τηκομένης χιόνος καταρρέοντα ὕδατα. Τὸ ἀνάγλυφον τοῦτο ἀναφέρει καὶ ὁ περιηγητὴς Παυσανίας, ὅτι εἶδεν. Φαίνεται, ὅτι κατ’ ἀρχὰς ἦτο καθιερωμένον εἰς τὴν ᾽Ἀσιανὴν θεὰν Κυβέλην καὶ ὕστερον ἔδωκεν ἀφορμὴν νὰ πλασθῇ ὁ μῦθος τῆς Νιόβης, μὲ τὸν ὁποῖον ἠσχολήθη ἡ ἐπική, λυρικὴ καὶ δραματικὴ ποίησις. θεογεννὴς ὡς καταγομένη ἐκ τοῦ Διός, οὗ υἱὸς ἦτο ὁ πατὴρ Τάνταλος. Διρκαῖαι κρῆναι · ἐτέθη πληθ., διότι ἡ Δίρκη ἀπετελεῖτο ἐκ πολλῶν πηγῶν, ἔκειντο δὲ αὗται πλησίον τῶν Θηβῶν. συμμάρτυρας ἐπικτῶμαι· συχνάκις ἐγίνετο παρ’ ἀρχαίοις ἐπίκλησις τῆς πέριξ φύσεως τῆς θαλάσσης, τῶν ὀρέων, τῶν ποταμῶν κ.τ.λ. δυσπότμων γάμων · ἡ ὑπόμνησις τοῦ ἀτυχοῦς γάμου τῶν γονέων της ἀνέμνησεν αὐτὴν καὶ τὸν ἀτυχῆ γάμον τοῦ ἀδελφοῦ Πολυνείκους, νυμφευθέντος τὴν κόρην τοῦ Ἀδράστου, ὅστις γάμος πρὸς τοῖς ἄλλοις ὑπῆρξεν αἰτία τῆς ἐκστρατείας αὐτοῦ ἐναντίον τῶν Θηβῶν, τοῦ ὀλέθρου του καὶ τῆς καταδίκης εἰς θάνατον τῆς Ἀντιγόνης. ἂκλαυτος, ἄφιλος κλπ. ἐν τῇ ἐπῳδῷ ἡ Ἀντιγόνη ἐπαναλαμβάνει δι’ ὀλίγων τὰ λεχθέντα ἐν τῷ κομμῷ, προσθέτουσα μόνον τὸ ἄκλαυτον ὑπὸ τῶν φίλων. 


β΄) 883 - 943


Λεξιλογικαί .
῾Ο Κρέων ἐξελθὼν τῶν ἀνακτόρων καὶ ἰδὼν ἔκπληκτος, ὅτι ἐκεῖ ἦτο ἀκόμη ἡ Ἀντιγόνη, ὀργίζεται κ.τ.λ. ἀοιδὴ = θρῆνος. εἰ χρείη = ἐὰν ἤθελε παραστῆ ἀνάγκη, ἤθελε προκύψει ὠφέλεια· ἡ σειρὰ τῶν λέξεων: ἆρ’ ἴσθ ὡς, εἰ χρείη λέγειν πρὸ τοῦ θανεῖν (=ἐνώπιον τοῦ θανάτου) ἀοιδὰς καὶ γόους, οὐδ’ ἄν εἷς παύσαιτ’ ἂν λέγειν; οὐκ ἄξεθ’ ὡς τἀχιστα ἰσοδυν. πρὸς ἔντονον προσταγὴν= ἀπαγάγετέ την τάχιστα. κατηρεφὴς τύμβος = θολωτὸς τάφος (ἐστεγασμένος ἄνωθεν). περιπτύσσω = περικλείω, περιβάλλω. χρῇ (τοῦ ῥημ. χράω)= θέλω, χρῄζω. τυμβεύω (ἀμετάβ.)= διάγω ἐν τύμβῳ, κατοικῶ ἐντὸς τάφου. τοὐπὶ τὴνδε τὴν κόρην (προσδιορ. τῆς ἀναφορᾶς)= ὅσον ἀφορᾷ εἰς αὐτὴν ἐδῶ τὴν κόρην. ἁγνοί· λέγει οὕτω, διότι δὲν φονεύει αὐτήν, ἀλλὰ τὴν ἀφίνει ζῶσαν μετά τινος τροφῆς, ὡς εἶπε καὶ ἐν στίχ. 775 (φορβῆς τοσοῦτον). δ’ οὖν = ἐν πάσῃ ὅμως περιπτώσει. μετοικίας τῆς ἄνω = τοῦ δικαιώματος νὰ κατοικῇ (νὰ εἶναι) μεταξὺ ἡμῶν τῶν ζώντων ἄνω ἐπὶ τῆς γῆς. νυμφεῖον = νυμφικὸς θάλαμος (μετὰ πολλῆς πικρίας λέγει τὸν ἀπαίσιον τάφον της νυμφικὸν θάλαμον). κατασκαφὴς = κοῖλος, ὑπόγειος. ἀείφρουρος= διότι ἐπρόκειτο μέχρι τέλους τῆς ζωῆς νὰ φυλάττῃ τὴν Ἀντιγόνην. οἱ πορεύομαι πρὸς τοὺς ἐμαυτῆς = ὅπου πορευομένη πηγαίνω πρὸς τοὺς ἰδικούς μου. ὧν. .. ἡ σειρὰ τῶν λέξεων: ὧν ὀλωλότων πλεῖστον ἀριθμόν. Φερσέφασσα = ἡ Περσεφόνη. ὧν λοισθία (ἡ ὧν γεν. διαιρ.)= ἐσχάτη. μακρῷ (ἐπιτείνει τὸ) κάκιστα = μὲ ὑπερβολικὰ οἰκτρότατον θάνατον (διότι θάπτεται ἀθῴα, νέα καὶ ζωντανή). πρίν μοι μοῖραν ἐξήκειν βίου (ποία ἡ σύνταξις τοῦ πρίν;)= πρὸ τοῦ νὰ φθάσῃ εἰς τὸ τέρμα ὁ εἱμαρμένος εἰς ἐμὲ χρόνος τῆς ζωῆς. κάρτ’ ἐν ἐλπίσιν τρέφω = διατηρῶ παρὰ πολὺ μεγάλην ἐλπίδα, φίλη-προσφιλὴς-φίλη· ἡ ἀναφορὰ χάριν ἐμφάσεως. κασίγνητον κάρα οὕτως ἀποκαλεῖ τὸν ᾽Ετεοκλέα. περιστέλλω (κυρίως)=ἐνδύω τὸν νεκρόν, εἶτα κηδεύω, θάπτω, τοιάδ’ ἄρνυμαι= τοιαύτην λαμβάνω ἀμοιβήν. τοῖς φρονοῦσιν (δοτ. τῆς κρίσεως)= κατὰ τὴν γνώμην τῶν ὑγιῶς φρονούντων. τὸ εὖ ἀνήκει εἰς τὸ ῥ. ἐτίμησα· διὰ τὰ ἀπό: σ’ ἐγὼ ᾽ τίμησα ... μέχρι: νόμῳ , ἰδὲ πραγματ. παρατηρήσεις. ἐτήκετο = ἔλειωνεν, ἐσήπετο ἄταφος. εἰ τέκνα· ἐνν. τὸ ἐτήκοντο. βίᾳ= παρὰ τὴν θέλησιν. ἄν ἠρόμην τόνδε πόνον = θὰ ἀνελάμβανον τὴν πραγματοποίησιν τοῦ ἐπιπόνου, ὡς αὐτοῦ ἐδῶ, ἔργου. πρὸς χάριν τίνος νόμου ;= πρὸς χάριν ποίας ἠθικῆς ἀρχῆς, τίνος ἠθικοῦ ἀξιώματος; ῾Η μετ. κατθανόντος εἶναι ὑποθ. ἀμπλακίσκω = στεροῦμαι. τοῦδε , δηλ. παιδός. κεκευθότοιν (τοῦ ῥήμ. κεύθω ὡς ἀμέταβ.)= ἐὰν ἤθελον ἀποθάνει. οὐκ ἐστιν ὅστις = οὐδείς. βλάστοι · τοῦ ρ. βλαστάνω. τοιῷδε μέντοι νόμῳ = ἐπὶ τῇ βάσει ὅμως τοιαύτης ἀρχῆς (περὶ ὡς ὡμίλησα ἀνωτέρω). ἐκπροτιμήσασα = προτιμήσασα ἀπὸ τοὺς ἄλλους πατέρα καὶ υἱόν. ταῦτα ἔδοξ’ ἁμαρτάνειν= ἐφάνην, ὅτι ἔπεσα εἰς αὐτὸ (ποὺ μοῦ ἀπεδόθη) τὸ ἔγκλημα. διὰ χειρῶν οὕτω = διὰ τῆς βίας ἔτσι. ἄγει με = διέταξε τοὺς δορυφόρους νὰ μὲ ὁδηγήσωσι. μὴ λαχοῦσαν μέρος οὔτε γάμου του οὔτε παιδείου τροφῆς = χωρὶς νὰ μετάσχω οὔτε γάμου τινὸς (χωρὶς νὰ νυμφευθῶ), οὔτε καὶ ἀνατροφῆς τέκνων. ἔρημος πρὸς = ἐγκαταλελειμμένη ὑπό. εἰς κατασκαφὰς θανόντων = εἰς κοῖλον τάφον. ποίαν παρεξελθοῦσα δαιμόνων δίκην = διότι ποῖον θεῖον δίκαιον παρέβην; βλέπειν = προσβλέπειν, αὐδᾶν = προσφωνεῖν, ἐπικαλεῖσθαι. ἐπεί γε δή εὐσεβοῦσα τὴν δυσσέβειαν ἐκτησάμην= ἐπειδή, ὡς γνωστόν, πράττουσα εὐσεβῆ πρᾶξιν ἀπέκτησα κατηγορίαν (καὶ τιμωρίαν) ἐπὶ ἀσεβείᾳ. τάδε = τἀνωτέρω (δηλ. ἡ ἀπόκτησις τῆς κατηγορίας... διὰ τὴν εὐσεβῆ μου πρᾶξιν). ξυγγιγνώσκω = λαμβάνω γνῶσιν, διδάσκομαι. παθόντες ξυγγνοῖμεν ἂν ἡμαρτηκότες = ἀφ’ οὗ πάθωμεν, θέλομεν μάθὲι, ὅτι ἐσφάλαμεν (πρβλ. τὴν λαϊκὴν ῥῆσιν: ὁ παθὸς μαθός). οἵδε · ὁ Κρέων καὶ οἱ ὁμόφρονές του. μὴ πλείω ἤ καὶ = ἴσα, ὅμοια πρὸς ὅσα. ἐκδίκως = ἀδίκως. ἔτι αὑταὶ ῥιπαὶ τῶν αὐτῶν ἀνέμων ψυχῆς τὴνδε γ΄ ἔχουσιν = ἀκόμη ἡ ἰδία ψυχικὴ ταραχὴ (ἔξαψις) κατέχει αὐτὴν δὰ τοὐλάχιστον. τοιγὰρ = διὰ τοῦτο ἀκριβῶς. κλαύμαθ’ ὑπάρξει = θὰ τιμωρηθῶσι. ὑπὲρ βραδυτῆτος · λόγῳ τῆς βραδύτητος νὰ τὴν ἀπαγάγουν. θανάτου ἐγγυτάτω= πλησιέστατα πρὸς τὸν θάνατον. ἀφῖκται = ἔχει ἐκφρασθῆ (δηλ. ὁ λόγος αὐτὸς τοῦ Κρέοντος ἔχει ἐκστομισθῆ δεικνύων, ὅτι προσεγγίζει ὁ θάνατος). οὐδέν παραμυθοῦμαι = οὐδόλως σὲ συμβουλεύω. μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι = ὅτι ταῦτα ἐδῶ, δηλ. αἱ ἀπειλαὶ (ἀποφάσεις) του περὶ θανάτου, δὲν θὰ ἐπικυρωθῶσι κατ᾽ αὐτὸν τὸν τρόπον. προγενεῖς = προγονικοί. ἄγομαι δὴ κοὐκέτι μέλλω (ἐνν. ἰέναι). κοιρανίδαι = τύραννοι, βασιλεῖς, ἡγεμόνες. βασιλειδᾶν = βασιλειδῶν, τῶν βασιλοπαίδων. τὴν εὐσεβίαν σεβίσασα= ἐπειδὴ ἐτίμησα τὸ ἔργον τῆς εὐσεβείας. 


Πραγματικαί.
Φερσέφασσα · ἡ Περσεφόνη λέγεται καὶ Περσεφόνεια, Περσέφασσα κλπ. Κατὰ τὸν μῦθον ἦτο κόρη τῆς θεᾶς Δήμητρος καὶ τοῦ Διὸς καὶ σύζυγος τοῦ Πλούτωνος, θεοῦ τοῦ ᾍδου. Αὕτη ἔζη ἐπὶ ἕξ μῆνας εἰς τὸν κάτω κόσμον μετὰ τοῦ ἀνδρός της καὶ ἐπὶ ἕξ μῆνας ἐπὶ τῆς γῆς μετὰ τῆς μητρός της. Τοῦτο δὲν εἶναι ἄλλο τι ἤ συμβολικὴ παράστασις τοῦ σπόρου τοῦ σίτου, ὁ ὁποῖος χάνεται εἰς τὴν γῆν καὶ φυτρώνει πάλιν. Τὰ ἀπὸ τοῦ στίχ. 9Ο4: σ’ ἐγὼ ᾽τιμησ᾽. .. μέχρι τοῦ ἐν τῷ στίχ. 914: νόμῳ, κατὰ τὴν γνώμην πολλῶν (τοῦ μεγάλου Γερμανοῦ ποιητοῦ Goethe καὶ ἄλλων ἡμετέρων καὶ ξένων) δὲν ἦσαν τοῦ Σοφοκλέους, ἀλλὰ προσετέθησαν ὑπ’ ἄλλης χειρός, διότι οἱ λόγοι οὗτοι τῆς Ἀντιγόνης ἀντιφάσκουσι πρὸς τὰς πράξεις καὶ τοῦ προηγουμένους λόγους καὶ ἀρχὰς αὐτῆς. ᾽Ενῷ δηλ. προηγουμένως ἐδικαιολόγει τὴν πρᾶξίν της, λέγουσα, ὅτι παρέβη τὴν ἐντολὴν τοῦ ἄρχοντος χάριν τῶν θείων νόμων, τώρα θεωρεῖ τοὺς ἀνθρωπίνους νόμους ὑπερτέρους τῶν θείων καὶ ὁμολογεῖ, ὅτι θὰ παρήκουεν εἰς τοὺς νόμους τῆς πολιτείας χάριν μόνον ὡρισμένου συγγενοῦς, τοῦ ἀδελφοῦ. Τὸ χωρίον τοῦτο λοιπὸν κατὰ τὴν γνώμην των δὲν εἶναι γνήσιον, ἀλλὰ προσετέθη μεταγενεστέρως, παραληφθὲν ἐξ ἑνὸς διηγήματος τοῦ ῾Ηροδότου, κατὰ τὸ ὁποῖον, ὅτε συνελήφθη, ὡς αἰχμάλωτος, ὑπὸ τοῦ Δαρείου ὁ ᾽Ινταφέρνης καὶ κατεδικάσθη μεθ’ ὅλων τῶν περὶ αὐτὸν εἰς θάνατον, ἐπροτάθη ὑπὸ τοῦ Δαρείου εἰς τὴν σύζυγόν του νὰ ἐκλέξῃ ποῖον θέλει νὰ σώσῃ ἐκ τῶν οἰκείων της, αὕτη δὲ ἔσπευσε νὰ ἐκλέξῃ τὸν ἀδελφόν της, διότι, ὡς εἶπεν, ἄν ὁ θεὸς ἤθελεν, ἠδύνατο νὰ ἀποκτήσῃ ἄλλον σύζυγον ἢ υἱόν, ἂν ἡθελον ἀποθάνει ἐκεῖνοι, ἐνῷ ἀδελφὸν δὲν ἠδύνατο νὰ ἀποκτήσῃ ἄλλον, διότι εἶχον ἀποθάνει οἱ γονεῖς αὐτῆς· Ἄλλωστε, ὡς εἶναι λογικόν, ὁ Πολυνείκης δὲν ἔζη, ὥστε νὰ προτιμήσῃ ἡ Ἀντιγόνη τὴν σωτηρίαν αὐτοῦ τῆς τῶν ἄλλων. Τινὲς ὅμως παραδέχονται, ὅτι οἱ ἀνωτέρω στίχοι εἶναι γνήσιοι τοῦ Σοφοκλέους, μαρτυροῦντες ἀφ’ ἑνὸς μὲν τὴν μεγάλην ἀξίαν καὶ προτίμησιν τῆς πατροπαραδότου παρ’ ῞Ελλησιν ἀδελφικῆς ἀγάπης καὶ ἀφ’ ἑτέρου τὴν στενὴν συνάφειαν τὴν ὑπάρχουσαν μεταξὺ τοῦ ῾Ηροδότου καὶ Σοφοκλέους, οἵτινες ἦσαν σύγχρονοι καὶ φιλικώτατα συνεδέοντο πρός ἀλλήλους. προγενεῖς · ἐννοεῖ τοὺς ἀρχαίους ἐπιχωρίους θεούς. κοιρανίδαι · οὕτω προσφωνοῦνται οἱ ἀποτελοῦντες τὸν χορόν, ὅπως καὶ ἀλλαχοῦ ἀποκαλοῦνται ἄνακτες· τὴν ἐπωνυμίαν δὲ ταύτην εἶχον οὐ μόνον οἱ βασιλεῖς, ἀλλὰ καὶ οἱ εὐγενεῖς ἐκ τῶν πολιτῶν


DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. He has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him or email him