Τό Β' Ἐπεισόδιον τῆς Ἀντιγόνης (στίχ. 376 - 581)


Π. Ν. ΔΗΜΟΠΟΥΛΟΥ


 ἐς δαιμόνιον τέρας ἀμφινοῶ
τόδε· πῶς εἰδὼς ἀντιλογήσω
τήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην.
ὦ δύστηνος
καὶ δυστήνου πατρὸς Οἰδιπόδα, 380
τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν
τοῖς βασιλείοισιν ἄγουσι νόμοις
καὶ ἐν ἀφροσύνῃ καθελόντες;

ΦΥ. ἥδ᾽ ἔστ᾽ ἐκείνη τοὔργον ἡ ᾽ξειργασμένη·
τήνδ᾽ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; 385
ΧΟ. ὅδ᾽ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ.
ΚΡ. τί δ᾽ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ;
ΦΥ. ἄναξ, βροτοῖσιν οὐδέν ἔστ᾽ ἀπώμοτον.
ψεύδει γὰρ ἡ ᾽πίνοια τὴν γνώμην· ἐπεὶ
σχολῇ ποθ᾽ ἥξειν δεῦρ᾽ ἂν ἐξηύχουν ἐγὼ 390
ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε
ἀλλ᾽ ἡ γὰρ ἐκτὸς καὶ παρ᾽ ἐλπίδας χαρὰ
ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ,
ἥκω, δι᾽ ὅρκων καίπερ ὢν ἀπώμοτος,
κόρην ἄγων τήνδ᾽, ἣ καθῃρέθη τάφον 395
κοσμοῦσα. κλῆρος ἐνθάδ᾽ οὐκ ἐπάλλετο,
ἀλλ᾽ ἔστ᾽ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε.
καὶ νῦν, ἄναξ, τήνδ᾽ αὐτός, ὡς θέλεις, λαβὼν
καὶ κρῖνε κἀξέλεγχ᾽· ἐγὼ δ᾽ ἐλεύθερος
δίκαιός εἰμι τῶνδ᾽ ἀπηλλάχθαι κακῶν. 400
ΚΡ. ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών;
ΦΥ. αὕτη τὸν ἄνδρ᾽ ἔθαπτε· πάντ᾽ ἐπίστασαι.
ΚΡ. ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς;
ΦΥ. ταύτην γ᾽ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν
ἀπεῖπας. ἆρ᾽ ἔνδηλα καὶ σαφῆ λέγω; 405
ΚΡ. καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη;
ΦΥ. τοιοῦτον ἦν τὸ πρᾶγμ᾽. ὅπως γὰρ ἥκομεν,
πρὸς σοῦ τὰ δείν᾽ ἐκεῖν᾽ ἐπηπειλημένοι,
πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν
νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, 410
καθήμεθ᾽ ἄκρων ἐκ πάγων ὑπήνεμοι,
ὀσμὴν ἀπ᾽ αὐτοῦ μὴ βάλοι πεφευγότες,
ἐγερτὶ κινῶν ἄνδρ᾽ ἀνὴρ ἐπιρρόθοις
κακοῖσιν, εἴ τις τοῦδ᾽ ἀκηδήσοι πόνου.
χρόνον τάδ᾽ ἦν τοσοῦτον, ἔστ᾽ ἐν αἰθέρι 415
μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος
καὶ καῦμ᾽ ἔθαλπε· καὶ τότ᾽ ἐξαίφνης χθονὸς
τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος,
πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην
ὕλης πεδιάδος, ἐν δ᾽ ἐμεστώθη μέγας 420
αἰθήρ· μύσαντες δ᾽ εἴχομεν θείαν νόσον.
καὶ τοῦδ᾽ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ,
ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς
ὄρνιθος ὀξὺν φθόγγον, ἐς ὅταν κενῆς
εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. 425
οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν,
γόοισιν ἐξῴμωξεν, ἐκ δ᾽ ἀρὰς κακὰς
ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις.
καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν,
ἔκ τ᾽ εὐκροτήτου χαλκέας ἄρδην πρόχου 430
χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει.
χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν
θηρώμεθ᾽ εὐθὺς οὐδὲν ἐκπεπληγμένην,
καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν
πράξεις· ἄπαρνος δ᾽ οὐδενὸς καθίστατο, 435
ἅμ᾽ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα.
τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι
ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν
ἀλγεινόν· ἀλλὰ πάντα ταῦθ᾽ ἥσσω λαβεῖν
ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. 440
ΚΡ. σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα,
φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε·
ΑΝ. καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
ΚΡ. σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις
ἔξω βαρείας αἰτίας ἐλεύθερον· 445
σὺ δ᾽ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως,
ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε;
ΑΝ. ᾔδη· τί δ᾽ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν.
ΚΡ. καὶ δῆτ᾽ ἐτόλμας τούσδ᾽ ὑπερβαίνειν νόμους;
ΑΝ. οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, 450
οὐδ᾽ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη
τοιούσδ᾽ ἐν ἀνθρώποισιν ὥρισεν νόμους.
οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ
κηρύγμαθ᾽, ὥστ᾽ ἄγραπτα κἀσφαλῆ θεῶν
νόμιμα δύνασθαι θνητὸν ὄνθ᾽ ὑπερδραμεῖν. 455
οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτε
ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ᾽φάνη.
τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς
φρόνημα δείσασ᾽, ἐν θεοῖσι τὴν δίκην
δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δ᾽ οὔ; 460
κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου
πρόσθεν θανοῦμαι, κέρδος αὔτ᾽ ἐγὼ λέγω.
ὅστις γὰρ ἐν πολλοῖσιν ἐς ἐγὼ κακοῖς
ζῇ, πῶς ὅδ᾽ Οὐχὶ κατθανὼν κέρδος φέρει;
οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν 465
παρ᾽ οὐδὲν ἄλγος· ἀλλ᾽ ἄν, εἰ τὸν ἐξ ἐμῆς
μητρὸς θανόντ᾽ ἄθαπτον ἠνσχόμην νέκυν,
κείνοις ἂν ἤλγουν· τοῖσδε δ᾽ οὐκ ἀλγύνομαι.
σοὶ δ᾽ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν,
σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. 470
ΧΟ. δηλοῖ τὸ γέννημ᾽ ὠμὸν ἐξ ὠμοῦ πατρὸς
τῆς παιδός. εἴκειν δ᾽ οὐκ ἐπίσταται κακοῖς.
ΚΡ. ἀλλ᾽ ἴσθι τοι τὰ σκλήρ᾽ ἄγαν φρονήματα
πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον
σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ 475
θραυσθέντα καὶ ῥαγέντα πλεῖστ᾽ ἂν εἰσίδοις·
σμικρῷ χαλινῷ δ᾽ οἶδα τοὺς θυμουμένους
ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει
φρονεῖν μέγ᾽ ὅστις δοῦλός ἐστι τῶν πέλας.
αὕτη δ᾽ ὑβρίζειν μὲν τότ᾽ ἐξηπίστατο, 480
νόμους ὑπερβαίνουσα τοὺς προκειμένους·
ὕβρις δ᾽, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα,
τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν.
ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δ᾽ ἀνήρ,
εἰ ταῦτ᾽ ἀνατὶ τῇδε κείσεται κράτη. 485
ἀλλ᾽ εἴτ᾽ ἀδελφῆς εἴθ᾽ ὁμαιμονεστέρα
τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ,
αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον
μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον
ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. 490
καί νιν καλεῖτ᾽· ἔσω γὰρ εἶδον ἀρτίως
λυσσῶσαν αὐτὴν οὐδ᾽ ἐπήβολον φρενῶν.
φιλεῖ δ᾽ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς
τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων·
μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις 495
ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ.
ΑΝ. θέλεις τι μεῖζον ἢ κατακτεῖναί μ᾽ ἑλών;
ΚΡ. ἐγὼ μὲν οὐδέν· τοῦτ᾽ ἔχων ἅπαντ᾽ ἔχω.
ΑΝ. τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων
ἀρεστὸν οὐδὲν μηδ᾽ ἀρεσθείη ποτέ· 500
οὕτω δὲ καὶ σοὶ τἄμ᾽ ἀφανδάνοντ᾽ ἔφυ.
καίτοι πόθεν κλέος γ᾽ ἂν εὐκλεέστερον
κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ
τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν
λέγοιτ᾽ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. 505
ἀλλ᾽ ἡ τυραννὶς πολλά τ᾽ ἄλλ᾽ εὐδαιμονεῖ
κἄξεστιν αὐτῇ δρᾶν λέγειν θ᾽ ἃ βούλεται.
ΚΡ. σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς.
ΑΝ. ὁρῶσι χοὖτοι, σοὶ δ᾽ ὑπίλλουσιν στόμα.
ΚΡ. σὺ δ᾽ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; 510
ΑΝ. οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν.
ΚΡ. οὔκουν ὅμαιμος χὠ καταντίον θανών;
ΑΝ. ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός.
ΚΡ. πῶς δῆτ᾽ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν;
ΑΝ. οὐ μαρτυρήσει ταῦθ᾽ ὁ κατθανὼν νέκυς. 515
ΚΡ. εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ.
ΑΝ. οὐ γάρ τι δοῦλος, ἀλλ᾽ ἀδελφὸς ὤλετο.
ΚΡ. πορθῶν δὲ τήνδε γῆν· ὁ δ᾽ ἀντιστὰς ὕπερ.
ΑΝ. ὁμῶς ὅ γ᾽ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ.
ΚΡ. ἀλλ᾽ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. 520
ΑΝ. τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε;
ΚΡ. οὔτοι ποθ᾽ οὑχθρός, οὐδ᾽ ὅταν θάνῃ, φίλος.
ΑΝ. οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν.
ΚΡ. κάτω νυν ἐλθοῦσ᾽, εἰ φιλητέον, φίλει
κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. 525
ΧΟ. καὶ μὴν πρὸ πυλῶν ἥδ᾽ Ἰσμήνη,
φιλάδελφα κάτω δάκρυ᾽ εἰβομένη·
νεφέλη δ᾽ ὀφρύων ὕπερ αἱματόεν
ῥέθος αἰσχύνει,
τέγγουσ᾽ εὐῶπα παρειάν. 530
ΚΡ. σὺ δ᾽, ἣ κατ᾽ οἴκους ὡς ἔχιδν᾽ ὑφειμένη
λήθουσά μ᾽ ἐξέπινες, οὐδ᾽ ἐμάνθανον
τρέφων δύ᾽ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ᾽, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
φήσεις μετασχεῖν, ἢ ᾽ξομεῖ τὸ μὴ εἰδέναι; 535
ΙΣ. δέδρακα τοὔργον, εἴπερ ἥδ᾽ ὁμορροθεῖ
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
ΑΝ. ἀλλ᾽ οὐκ ἐάσει τοῦτό γ᾽ ἡ δίκη σ᾽, ἐπεὶ
οὔτ᾽ ἠθέλησας οὔτ᾽ ἐγὼ ᾽κοινωσάμην.
ΙΣ. ἀλλ᾽ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι 540
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
ΑΝ. ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·
λόγοις δ᾽ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
ΙΣ. μήτοι, κασιγνήτη, μ᾽ ἀτιμάσῃς τὸ μὴ οὐ
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ᾽ ἁγνίσαι. 545
ΑΝ. μή μοι θάνῃς σὺ κοινὰ μηδ᾽ ἃ μὴ ᾽θιγες
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ᾽ ἐγώ.
ΙΣ. καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
ΑΝ. Κρέοντ᾽ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
ΙΣ. τί ταῦτ᾽ ἀνιᾷς μ᾽, οὐδὲν ὠφελουμένη; 550
ΑΝ. ἀλγοῦσα μὲν δῆτ᾽ εἰ γελῶ γ᾽ ἐν σοὶ γελῶ.
ΙΣ. τί δῆτ᾽ ἂν ἀλλὰ νῦν σ᾽ ἔτ᾽ ὠφελοῖμ᾽ ἐγώ;
ΑΝ. σῶσον σεαυτήν· οὐ φθονῶ σ᾽ ὑπεκφυγεῖν.
ΙΣ. οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
ΑΝ. σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. 555
ΙΣ. ἀλλ᾽ οὐκ ἐπ᾽ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις.
ΑΝ. καλῶς σὺ μὲν τοῖς, τοῖς δ᾽ ἐγὼ ᾽δόκουν φρονεῖν.
ΙΣ. καὶ μὴν ἴση νῷν ἐστιν ἡ ᾽ξαμαρτία.
ΑΝ. θάρσει· σὺ μὲν ζῇς, ἡ δ᾽ ἐμὴ ψυχὴ πάλαι
τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. 560
ΚΡ. τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως
ἄνουν πεφάνθαι, τὴν δ᾽ ἀφ᾽ οὗ τὰ πρῶτ᾽ ἔφυ.
ΙΣ. οὐ γάρ ποτ᾽, ὦναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλ᾽ ἐξίσταται.
ΚΡ. σοὶ γοῦν, ὅθ᾽ εἵλου σὺν κακοῖς πράσσειν κακά. 565
ΙΣ. τί γὰρ μόνῃ μοι τῆσδ᾽ ἄτερ βιώσιμον;
ΚΡ. ἀλλ᾽ ἥδε μέντοι μὴ λέγ᾽· οὐ γὰρ ἔστ᾽ ἔτι.
ΙΣ. ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου;
ΚΡ. ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι.
ΙΣ. οὐχ ὥς γ᾽ ἐκείνῳ τῇδέ τ᾽ ἦν ἡρμοσμένα. 570
ΚΡ. κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ.
ΑΝ. ὦ φίλταθ᾽ Αἷμον, ὥς σ᾽ ἀτιμάζει πατήρ.
ΚΡ. ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος.
ΧΟ. ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον;
ΚΡ. Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. 575
ΧΟ. δεδογμέν᾽, ὡς ἔοικε, τήνδε κατθανεῖν.
ΚΡ. καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτ᾽, ἀλλά νιν
κομίζετ᾽ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ
γυναῖκας εἶναι τάσδε μηδ᾽ ἀνειμένας.
φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας 580
ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου.


ΔΕΥΤΕΡΟΝ ΕΠΕΙΣΟΔΙΟΝ (376 - 581)


α΄(376 - 440)


Λεξιλογικαί.
δαιμόνιον τέρας = ὑπερφυσικὸν (ἐκπληκτικὸν) θαῦμα (κατηγορ. τοῦ τόδε). ἀμφινοῶ = μετ’ ἀμφιβολίας προσβέπω. ἀπορῶ, δὲν δύναμαι νὰ πιστεύσω· βραχυλογία, τὸ κανονικὸν θὰ ἦτο: δαιμόνιον τέρα ς ἐστὶ τόδε, ἐς ὅ ἀμφινοῶ. πῶς ἀντιλογήσω (ἀπορημ. ὑποτ.)= πῶς νὰ ἀντείπω. εἰδώς · ἐναντ. μετ. Οἰδιπόδα = Οἰδίποδος, τὸ α εἶναι τύπος Δωρ. τί ποτε (ἐστίν);= τί ἆρά γε συμβαίνει; οὐκ ἄγουσί σέ γε ἀπιστοῦσαν δή που τοῖς βασιλείοις νόμοις = δὲν σὲ ὁδηγοῦσι βέβαια, διότι προφανῶς, ὡς νομίζω, ἀπειθαρχεῖς εἰς τὰ βασιλικὰ προστάγματα; καθαιρῶ = συλλαμβάνω ἐπ’ αὐτοφώρῳ. ἐν ἀφροσύνῃ = ἐν ἄφρονι καταστάσει ἢ ἀσύνετα πράττουσαν. ἥδ’ ἐστ’ ἐκείνη... ἡ σειρὰ τῶν λέξεων: ἐκείνη ἡ ᾽ξειργασμένη τοὔργον (τὴν ταφὴν) ἐστὶν ἥδε. θάπτουσαν μετ. κατηγορημ. ὅδε = ἰδού. ἄψορος (ἄψ - ρέω)= πάλιν. ἐς δέον = εἰς δέοντα καιρὸν= ἐπικαίρως. τὶ δ’ ἔστιν ; (ἔκπληξις). ξύμμετρος (ἐπιρρημ. κατηγορούμ.) ποίᾳ τύχῃ; = ταὐτοχρόνως (ἐν συμπτώσει) μὲ ποῖον περιστατικόν; προύβην = ἦλθον. οὐδέν ἐστ’ ἀπώμοτον = τίποτε δὲν ὑπάρχει, τὸ ὁποῖον δύναται κανεὶς ν’ ἀρνηθῇ μεθ’ ὅρκου, ὅτι δὲν θὰ γίνῃ. ψεύδω = διαψεύδω. ἡ ᾽πίνοια = ἡ δευτέρα γνώμη. τὴν γνώμην = τὴν πρώτην γνώμην. σχολῇ = μετὰ δυσκολίας, οὐδόλως. ἐξαυχῶ = σφόδρα αὐχῶ, διακηρύττω. ταῖς σαῖς ἀπειλαῖς· ἀναγκ. αἴτιον· ἡ σειρὰ τῶν λέξεων: ἐπεὶ ἐξηύχουν ἐγὼ στολῇ ποθ’ ἂν ἥξειν δεῦρο... χειμάζομαι = πάσχω μεγάλως, καταταράσσομα, δοκιμάζω μεγάλην λύπην. οὐδέν ἔοικεν = οὐδόλως ὁμοιάζει. μῆκος = κατὰ τὸ μέγεθος. χαρὰν (ἐννοεῖ τὴν μεγάλην χαράν του ἐπὶ τῇ ἀνευρέσει τοῦ δράστου τῆς ταφῆς). καίπερ ὢν ἀπώμοτος δι’ ὅρκων (πλεονασμ.)= ἄν καὶ εἶχον ὁρκισθῆ (ὅτι δὲν θὰ ἔλθω). καθῃρέθη , ἰδὲ τὸ ἀνωτέρω καθαιρῶ. τάφον κοσμοῦσα (μετ. κατηγορ.)= τὴν ταφὴν εὐτρεπίζουσα, θάπτουσα. κλῆρος ἐνθάδ’ οὐκ ἐπάλλετο = δὲν ἔγινε κλήρωσις αὐτὴν τὴν φορὰν (ὅπως τὴν πρώτην φοράν). θοὕρμαιον = τὸ ἕρμαιον= τὸ εὕρημα. κρίνω = ἀνακρίνω. ἐξελέγχω = ἐξετάζω. δίκαιός εἰμι (προσ. σύνταξις ἀντὶ τίνος ἀπροσ.;)= δικαιοῦμαι. ἐλεύθερος ἀπηλλάχθαι (πλεον)... τῶνδε κακῶν = τῶν ἀπειληθεισῶν ἐναντίον μου τιμωριῶν διά τὴν ὑπόθεσιν αὐτὴν ἐδῶ. τῷ τρόπῳ = τίνι τρόπῳ. πόθεν · ἐτέθη ἀντὶ ἐπιρρήμ. ἐν τόπῳ στάσεως, διότι ἐνυπάρχει κίνησις. ἦ καὶ ξυνιεῖ ς; = ἆρά γε ἔχεις σαφῆ συνείδησιν τῶν λεγομένων σου; ὀρθῶς = ἀκριβῶς. ἰδών · αἰτιολ. τὸ πρὸ αὐτῆς ἐννοητέον ἐκ τῶν προηγουμένων: ὀρθῶς λέγω. ῾Η σειρὰ τῶν λέξεων: ἰδὼν ταύτην θάπτουσαν τὸν νεκρόν, ὅν σὺ ἀπεῖπας θάπτειν. ἀπεῖπας , τοῦ ἀπαγορεύω. ἐπίληπτος = ἐπ’ αὐτοφώρῳ, ἐπ’ αὐτῷ τῷ ἔργῳ εἰλημμένη. ὅπως γὰρ ἥκομεν (ἀντὶ ἧκον ἐγὼ)= μόλις δηλ. ἐπανήλθομεν. τὰ δείν᾽ ἐκεῖν ἐπηπειλημένοι = ἔχοντες λάβει τὰς φοβερὰς ἐκείνας ἀπειλὰς (ἐν τῇ πραγματικότητι ἠπειλήθη καὶ ἐπανῆλθε μόνον ὁ φύλαξ ἐκεῖνος, οἱ δὲ ἄλλοι ἀναμένοντες ἐπανῆλθον μετ’ αὐτοῦ καὶ ἔσηραν τὴν κόνιν). σαίρω = σαρώνω, ἀποκαθαίρω. κατέχω= καλύπτω. μυδάω = εἶμαι ὑγρός, καὶ ἐπὶ πτώματος ἐδῶ= στάζω ἐκ σήψεως. ἄκρων ἐκ πάγων = ἐπὶ τῶν ἄκρων πάγων (τὸ ἄκρον κατηγορ. καὶ ὄχι ἐπιθ. διορ.)= εἰς τὰ πλευρὰ τῶν κορυφῶν τῶν βράχων. ὑπήνεμος = ἔχων τὰ νῶτα πρὸς τὸν ἄνεμον καὶ προφυλαττόμενος ἀπ’ αὐτοῦ. ὀσμήν... ἡ σειρὰ τῶν λέξεων: πεφευγότες ὀσμὴν ἀπ’ αὐτοῦ, μὴ βάλῃ δηλ. ἀποφεύγοντες μήπως προσβάλῃ τὰς ῥῖνας ἡμῶν ἡ ὑπ’ αὐτοῦ (τοῦ πτώματος) ἐκπεμπομένη ὀσμή. ἐγερτὶ = ἀγρύπνως, ἐγρηγορτί. ἐπίρροθος = ὑβριστικός. κακοῖσιν = ὀνείδεσι, κακολογίαις. ἀκηδῶ τινος = παραμελῶ τι. εἴ τις ἀκηδήσο· πλαγ. ἐρωτ. πρότ. ἐξαρτ. ἐξ ἐννοουμένου φόβου σημαντ. ῥημ. πόνος = ἡ ἐκτέλεσις τοῦ ἐπιπόνου ἔργου (τῆς φρουρήσεως τοῦ πτώματος). ἦν = ἐλάμβανον χώραν. ἔστε = ἕως ὅτου. μέσῳ · κατηγορ. ἐν αἰθέρι μέσῳ= εἰς τὸ μέσον τοῦ οὐρανοῦ (πρόκειται περὶ τῆς μεσημβρίας). θάλπω = καίω (ὡς ἀμετάβατ. ἐδῶ) τυφὼς = μανιώδης, καταιγιδώδης ἄνεμος, θύελλα. σκηπτὸς = ἀνεμοστρόβιλος. οὐράνιον ἄχος (παραθ. τοῦ. προηγουμένου)= θεομηνία. πίμπλησι (ἐνν. τοῦ σκηπτοῦ τὴν πεδιάδα). αἰκίζω = κακοποιῶ, ἀποκόπτω. φόβη = φύλλωμα. ὕλης πεδιάδος = τῶν δένδρων τῆς πεδ. ἐν δέ, ἐπιρρηματ.= προσέτι δέ. ἐμεστώθη (αὐτοῦ τοῦ ἀνεμοστροβίλου)= ἐπληρώθη. μύω = κλείω τοὺς ὀφθαλμοὺς (ἐδῶ, πρὸς τὸν σηκωθέντα κονιορτόν). εἴχομεν τὴν θείαν νόσον = ὑπεμένομεν, ἀναμενοντες νὰ παρέλθῃ ἡ θεομηνία. καὶ τοῦδ’ ἀπαλλαγέντος = καὶ ἀφ’ οὗ αὐτὸ τὸ κακὸν (ὁ ἀνεμοστρόβιλος) ἔπαυσεν. ἐν χρόνῳ μακρῷ = μετὰ παρέλευσιν πολλοῦ χρόνου. κἀνακωκύει πικρᾶς ὄρνιθος ὀξὺν φθόγγον = καὶ ἐκβάλλει μετὰ θρήνου ὀξεῖαν κραυγὴν πικραμένου (ἐξωργισμένου) πτηνοῦ . λέχος εὐνῆς= τὴν κλίνην τῆς φωλεᾶς της. ὀρφανὸν = ἐστερημένην. κενῆς· προληπτ κατηγορ. τοῦ εὐνῆς= ὥστε νὰ εἶναι κενή. ὀρφανὸν κενῆς (πλεο.) ψιλὸν = γυμνὸν (τῆς κόνεως). γόοισιν ἐξῴμωξε= γοερῶς ἐστέναξεν. ἐκ δ’ ἀρὰς (τμῆσις) ἠρᾶτο = ἐξέφερε δὲ φοβερὰς κατάρας. εὐκρότητος = καλῶς ἐσφυρηλατημένος, σφυρήλατος. ἄρδην= σηκώσασα αὐτήν. πρόχους (ἡ)= ὑδρία, τὸ κανάτι χοαὶ = σπονδαί. στέφει = στεφανώνει, περιρραίνει· ἱέμεσθα (ἐνεστ.)= φερόμεθα κατ’ ἐπάνω της σὺν-θηρώμεθα (τμῆσις) νιν = συλλαμβάνομεν ταὐτοχρόνως αὐτήν. ἠλέγχομεν = ἀνεκρίνομεν. ἄπαρνος καθίσταμαι= ἀρνοῦμαι. ἅμ῾ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα= συγχρόνως πρὸς εὐχαρίστησιν, ἀλλὰ καὶ πρὸς λύπην ἐμοῦ τοὐλάχιστον. ἥδιστον καὶ ἀλγεινόν· κατηγορούμενα τῶν: τὸ πεφευγέναι καὶ τὸ ἄγειν... φίλους , ἐνν. τὴν Ἀντιγόνην, ὡς βασιλόπαιδα. ἐμοὶ πέφυκε = εἶναι φυσικὸν εἰς ἐμέ, εἶναι ἴδιον τοῦ χαρακτῆρός μου. ἥσσω = κατώτερα. λαβεῖν = ὑπολαβεῖν= νὰ θεωρήσω. ῾Η σειρὰ τῶν λέξεων: ἀλλ’ ἐμοὶ πέφυκε λαβεῖν πάντα ταῦτα (δηλ. τό εἰς κακὸν τοὺς φίλους ἄγειν ἀλγεινὸν) ἥσσω τῆς ἐμῆς σωτηρίας. 


Πραγματικαί .
Ἑν τῷ δευτέρῳ ἐπεισοδίῳ γίνεται ἡ συνάντησις Κρέοντος καὶ Ἀντιγόνης καὶ ἡ ταύτην ἐπακολουθήσασα δεινὴ συγκρουσις αὐτῶν. ῾Ο χορὸς εἰς τοὺς στίχους 376 - 383 δι’ ἀναπαίστων, ῥυθμιζόντων τὸ βῆμα αὐτῆς ἀναγγέλλει τὴν εἴσοδον τῆς Ἀντιγόνης ἐξ ἀριστερῶν πρὸς τοὺς θεατάς, συνοδευομένης ὑπὸ τοῦ φύλακος. ἐς δαιμόνιον τέρας... = διατὶ ὁ χορὸς αἰσθάνετα ἔκπληξιν; Οἰδιπόδα· ἀναφέρει τοῦτον ὁ ποιητὴς διὰ νὰ δηλώσῃ, ὅτι ἡ δυστυχία τῆς Ἀντιγόνης προέρχεται οἱονεὶ ἐκ κληρονομίοις τοῦ πατρός. ἡδ’ ἔστ’ ἐκείνη... μετὰ ποίας ἐκδηλώσεως αίσθημάτων ὁμιλεῖ τώρα ὁ φύλαξ κατ’ ἀντίθεσιν πρὸς τὴν πρώτην αὐτοῦ ἐμφάνισιν; ἄναξ βροτοῖσιν οὐδὲν ἐστ’ ἀπωμοτον· πῶς ὁμιλεῖ καὶ πάλιν ἐν ἀρχῇ ὁ φύλαξ; ἕρμαιον· ἐλέγετο οὔτω τὸ εὐτυχὲς εὕρημα, τὸ ὁποῖον ὠφείλετο εἰς τὴν εὔνοιαν τοῦ θεοῦ ῾Ερμοῦ καὶ διὰ τοῦτο, ὁσάκις οἱ Ἀρχαῖοι εὕρισκον τυχαίως τοιοῦτον ἀντικείμενον, ἀνεφώνουν «κοινὸς ῾Ερμῆς». τυφῶς ἀείρας σκηπτόν ... ἡ φοβερὰ περιγραφὴ τοῦ τυφῶνος ἐξαίρει τὸ ἀτρόμητον τῆς Ἀντιγόνης, ἀφ’ οὗ ἐφοβήθησαν μὲν οἱ ἄνδρες, οὐχὶ ὅμως καὶ αὐτή. χοαῖσι τρισπόνδοισι· αἱ τριπλαῖ σπονδαὶ ἦσαν, ἡ μὲν ἀπὸ μελίκρατον (γάλα μὲ μέλι), ἡ ἄλλη ἀπὸ οἶνον καὶ ἡ τρίτη ἀπὸ ὕδωρ· ἄλλοτε πάλιν, ἡ μὲν α΄ συνέκειτο ἀπὸ γάλα, ἡ β΄ οἶνον ἀπὸ καὶ ἡ γ΄ ἀπὸ μέλι μὲ ὕδωρ. Στρεφόμενοι πρὸς δυσμὰς ἔχυνον αὐτὰς ἤ χωριστὰ ἑκάστην ἤ ὅλας ὁμοῦ, ὅπως ἔκαμε τώρα ἡ Ἀντιγόνη, ἔχουσα μίαν πρόχουν, ἀφοῦ τὰς ἀνέμειξεν ἐντὸς αὐτῆς. Καὶ παρ’ ἡμῖν ὁ ἱερεὺς χύνει ἐπὶ τοῦ νεκροῦ εἰς τὸν τάφον τρεῖς χοὰς ἐλαίου καὶ ὕδατος. ἥσσω λαβεῖν τῆς ἐμῆς σωτηρίας · παρατηρητέα ἡ μεγάλη ἀντίθεσις τοῦ χαρακτῆρος τῆς Ἀντιγόνης καὶ τοῦ φύλακος. 


β΄) 441 - 525


Λεξιλογικαί.
σέ , ἐνν. τὸ λέγω ἤ κρίνω. νεύω = κλίνω (ἡ Ἁντιγόνη καθ’ ὅλον τὸ διάστημα τῆς παρουσίας της πρὸ τοῦ Κρέοντος ἵσταται σιωπηλὴ καὶ ἔχουσα τοὺς ὀφθαλμοὺς πρὸς τὰ κάτω). φῂς = ὁμολογεῖς. καταρνέομαι-οῦμαι = ἀρνοῦμαι ἰσχυρῶς, ἐπιμένω ἀρνούμενος· ἡ σειρὰ τῶν λέξεων: φῂς ἢ καταρνεῖ μἠ δεδρακέναι τάδε; καὶ φημὶ κοὐκ. .. σχῆμα ἐκ παραλλήλου πρὸς μείζονα ἔμφασιν. ῾Η ἀπάντησις εἶναι ὁμοία πρὸς τὴν ἐρώτησιν, οὖσα τοιουτοτρόπως πειρακτικὴ διὰ τὸν Κρέοντα. τὸ μὴ (ἐνν. δρᾶσαι). οἷ = ὄπου. αἰτία = κατηγορία. ἔξω ἐλεύθερον (πλεον.) Κατόπιν τούτου ἀπέρχεται ὁ φύλαξ διὰ νὰ ἐπανέλθῃ βραδύτερον μεταμφιεννύμενος ὡς ᾽Ισμήνη. μὴ μῆκος = οὐχὶ ἐν ἐκτάσει. ᾔδησθα · ἀρχαιοπρεπέστερος τύπος τοῦ ᾔδεις (οἶδα). τάδε = τὰ πραχθέντα ὑπ’αὐτης. τί δ’ οὐκ ἔμελλον (ἐνν. εἰδέναι)= καὶ διατὶ ὄχι. καὶ δῆτα (ὁ Κρέων ὀργίζεται)= καὶ ὅμως (μολονότι δηλ. ἐγνώριζες). γάρ · αἰτιολογεῖ τὸ ἐννοούμ. ναί, ἐτόλμων ὑπερβαίνειν... ἐν ἀνθρώπιοισι = μεταξὺ τῶν ἀνθρώπων. σθένειν τοσοῦτον= ὅτι ἔχουν τόσον μεγάλην ἰσχύν. τὰ σὰ κηρύγματα , τὸ λέγει μετά τινος περιφρονήσεως. ἀσφαλῆ = ἀσάλευτα στερεὰ (διότι εἶναι ἐντετυπωμένα εἰς τὰς ψυχὰς τῶν ἀνθρώπων). θνητὸν ὄντα · ἐναντ. μετ. ὥσθ’ ὑπερδαμεῖν (τοῦ ῥήματος ὑπερτρέχω)= ὥστε νὰ τὰ παραβῇς . ζῇ = ἰσχύουν, ἔχουν κῦρος. ἐξ ὅτου ᾽φἀνη (πλαγ. ἐρώτ.)= ἀπὸ πότε ἐφάνησαν. τούτων (βραχυλογ.), διὰ τὴν παράβασιν αὐτῶν τῶν νομίμων, τῶν ἀγράφων (ἀναγκ. αἴτιον.). οὐκ ἔμελλον = δὲν εἶχον σκοπόν. δείσασα (δέδοικα). φρόνημα = θέλησις, διάθεσις. ἐν θεοῖσι = ἐνώπιον τῶν θεῶν· ἡ σειρὰ τῶν λέξεων: οὐκ ἔμελλον ἐγὼ οὐδενὸς ἀνδρὸς φρόνημα δείσασα ἐν θεοῖσι δώσειν δίκην τούτων. ἐξῄδη (ἔξοιδα)= ἐγνώριζον καλῶς θανουμένη = κατηγορημ. μετ. πρόσθεν τοῦ χρόνου= πρὸ τοῦ πεπρωμένου χρόνου. αὖτε = τοὐναντίον (ἐγὼ ἐν ἀντιθέσει πρὸς σέ). ὅστις γάρ... (ὁ γὰρ δικαιολογεῖ τὸ ἐννοούμ.: καὶ λέγω ἐγὼ κέρδος). ἐν πολλοῖς κακοῖς = ἐν μέσῳ πολλῶν κακῶν (ἐννοεῖ τὰς δυστυχίας τῆς οἰκογενείας της, πατρός μητρός, ἀδελφῶν της). κατθανών · ὑποθ. φέρει = λαμβάνει, ἀποκομίζει. οὕτως = κατὰ ταῦτα, κατόπιν τούτων. παρ’ οὐδὲν ἄλγος ἐστὶ= οὐδόλως μὲ λυπεῖ. τὸ τυχεῖν τοῦδε... εἶναι ὑποκείμ. τῆς προτάσεως αὐτῆς, τὸ δὲ παρ’ οὐδέ ἄλγος κατηγορ. αὐτοῦ. κείνοις ἂν ἤλγουν (ὁ ἄν ἐτέθη δίς· τίνος εἴδους ὑποθ. λόγ. εἶναι καὶ τὶς ἡ ἀπόδοσις;). τὸν ἐξ ἐμῆς μητρὁς (ἐνν. γεγῶτα, γεννηθέντα), ἄθαπτον νέκυν κατηγορ. τοῦ προηγουμένου. εἰ τὸν ἐξ ἐμᾶς μητρὸς θανόντ’ ἄθαπτον ἠνσχόμην νέκυν= ἐὰν ἤθελον ἀνεχθῇ, ὥστε ὁ ἐκ, τῆς ἰδικῆς μου μητρὸς γεννηθεὶς (ὁ ἀδελφός μου) μετὰ τὸν θάνατόν του νὰ μείνῃ νεκρὸς ἄταφος. τοῖσδε = δι’ αὐτό. ἀλγύνομαι = θλίβομαι, λυποῦμαι διά τι. ῾Η σειρὰ τῶν λέξεων: εἰ δὲ δοκῶ σοι νῦν τυγχάνειν δρῶσα μῶρα... σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω (τὸ σχεδόν τι φαίνεται μέν, ὅτι μετριάζει τὴν δεινὴν ὕβριν τοῦ μωροῦ, κυρίως δ’ ὅμως ἐνέχει εἰρωνείαν διὰ τὸν Κρέοντα)= ἴσως θεωροῦμαι μωρὰ ἀπὸ σὲ μωρόν. τὸ γέννημα = ἡ ἰδιοσυγκρασία, ὁ χαρακτήρ ὠμὸν (ἐνν. ὄν)= ὅτι εἶναι σκληρόν, ὡς προελθὸν ἐκ... εἴκω = ὑποχωρῶ, ἐνδίδω. κακοῖς = τοῖς ἀτυχήμασιν (εἰς τὰ δεινὰ συμβεβηκότα). τὰ σκλήρ’ ἄγαν = τὰ λίαν ἄκαμπτα. πίπτειν (ἀντὶ κατηγ.μετ. ἐκ τοῦ ἴσθι). μάλιστα = ὅτι κατὰ τὸ πλεῖστον ταπεινοῦνται. ἐγκρατὴς = ἰσχυρός. ὀπτὸν ἐκ πυρὸς (ὀργαν.)= πυρακτωθέντα. περισκελῆ (κατηγ.)= ὥστε νὰ σκληρυνθῇ πολύ. θραυσθέντα ,ἡ σειρὰ τῶν λέξεων: εἰσίδοις ἄν καὶ τὸν ἐγκρατέστατον σίδηρον (ὄντα) ὀπτὸν ἐκ πυρός, περισκελῆ, θραυσθέντα πλεῖστα (σύστ. ἀντικ.)= εἰς παρὰ πολλὰ τεμάχια. θυμοῦμαι = ἐξαγριοῦμαι, εἶμαι θυμοειδής. καταρτύομαι= σωφρονίζομαι, πειθαρχῶ. γάρ . αἰτιολ. τὸ ἐννοούμ. ἐκ τοῦ προηγουμένου: τοῦτο θὰ πάθῃ καὶ αὐτὴ (ἡ Ἀντιγόνη) διότι... οὐκ ἐκπέλει = δὲν εἶναι ἐπιτετραμμένον. μέγα φρονεῖν = μεγαλοφρονεῖν. δοῦλος (ἀντὶ ὑπήκοος)· δὲν ἁρμόζει εἰς βασιλόπαιδα, ἀλλ’ ὀφείλεται εἰς τὸ πάθος τοῦ Κρέοντος. οἱ πέλας= οἱ ·ἄλλοι. ὑβρίζω = παρεκρέπομαι. τότε (συμπληρ. διὰ τῆς μετ. ὑπερβαίνουσα )= ὅτε παρέβανεν. ἐπεὶ δέδρακεν = ἀφο’ οὗ ἔκαμε τὴν πρᾶξιν (τὴν ταφήν). ἥδε καθ᾽ ἕλξιν πρὸς τὸ ὕβρις, ἀντὶ τόδε, ἐπεξηγεῖται δὲ ὑπὸ τῶν ἀμέσως επομένων: τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν= να καυχησιολογῇ, διότι διέπραξε ταῦτα, καί, ἂν καὶ τὰ ἔπραξε, νὰ φερεται σκωπτικῶς. ἦ= ἀλήθεια, εἰς τὸ α΄ ἀνὴρ ἐνν. καὶ εἰμὶ, εἰς δὲ τὸ β΄ ἔσται. ἀνατὶ (ἐκ τοῦ ἄνατος, τὸ ὁποῖον γίνεται ἐκ τοῦ στερητ. α καὶ ἄτη= βλάβη)= ἄνευ τιμωρίας. ταῦτα = ἡ βασιλική μου αὕτη ἐξουσία. κείσεται = θὰ ἐξακολουθῇ νὰ ταπεινοῦται. τῇδε (ποιητ. αἰτ.)= , ὑπ᾽αὐτῆς ἐδῶ. ἀλλ’ εἴτε κυρεῖ (τυγχάνει κόρη) τῆς ἀδελφῆς μου εἴθ’ ὁμαιμονεστέρα = εἴτε πλησιεστέρα συγγενής. τοῦ παντὸς ἠμῖν Ζηνὸς ἑρκείου (ἕρκος) γεν. μεριστ.= ἐκ τοῦ ὅλου ἡμῶν συγγενικοῦ κύκλου. Τὸ Ζηνὸς ἑρκείου ἐτέθη κατὰ μετων. ἀντὶ τῆς συγγενείας, τὸ δὲ ἡμῖν ἀντὶ τοῦ ἡμῶν. ἀλύσκω μόρον = διαφεύγω τὸν θάνατον. ἴσον ἐπαιτιῶμα ι= ἐξ ἴσου κατηγορῶ. τοῦδε τάφου γεν. αἰτίας. βουλεῦσαι (ἐπεξήγ.)= ὅτι δηλ. ἐσκέφθη καὶ ἐπρομελέτησεν ἀπεφάσισεν αὐτὸ (τὴν ταφήν). Εἰς τὸ σημεῖον τοῦτο ἀμέσως εἰσῆλθεν εἰς τὰ ἀνάκτορα δορυφόρος, διὰ νὰ φέρῃ τὴν ᾽Ισμήνην,. νιν= αὐτήν. λυσσάω-ῶ = μαίνομαι, εἶμαι σφόδρα τεταραγμένος. ἐπήβολός τινος = κύριός τινος. φιλεῖ = συνηθίζει. θυμὸς= ἡ ψυχή. ᾑρῆσθαι = νὰ ἔχῃ συλληφθῇ ἐπ’ αὐτοφώρῳ. κλοπεὺς -=λαθραῖος δράστης .πρόσθεν= πρωτύτερα (πρὶν δηλ. ἐπιχειρηθῇ τὸ κακόν). τῶν μηδέν ὀρθῶς ἐν σκότῳ τεχνωμένων = ἐκείνων, οἱ ὁποῖοι οὐδὲν καλὸν μηχανεύονται ἐν τῷ κρυπτῷ. μισῶ γε μέντοι = ἀλλ’ ὅμως μισῶ. ἁλούς τις ἐν κακοῖς = συλληφθείς τις ἐπ’ αὐτοφώρῳ διαπράττων τὸ κακόν. καλλύνω = παριστῶ ὡς καλόν. τοῦτο = τὴν σύλληψιν ἐπὶ κακῷ. ἤ κατακτεῖναι μ’ ἑλὼν = ἢ νὰ μὲ πιάσῃς καὶ νὰ μὲ σκοτώσῃς. οὐδέν (ἐνν. θέλω μείζον) . μὲν = τοὐλάχιστον. τοῦτο = τὸ ἑλεῖν σε, τὸ ὅτι σὲ ἔχω πιάσει. (ἐνν. μέλλεις κατακτεῖναι)= ἀναβάλλεις, βραδύνεις. ἀφανδάνω= ἀπαρέσκω. καὶ σοὶ τἀμὰ ἀφανδάνοντ’ ἔφυ = οἱ λόγοι μου καὶ ἐν γένει ἡ συμπεριφορά μου δὲν ὑπῆρξαν ἀρεστὰ εἰς σέ. κατέσχον γ’ ἂν = ἤθελον τοὐλάχιστον ἀποκτήσει. πόθεν = ἐκ τίνος ἄλλου γεγονότος. κλέος μέση λέξις, ἐπὶ καλοῦ καὶ κακοῦ. εὐκλεέστερον κλέος· = μεγαλυτέραν δόξαν. ἤ τιθεῖσα = ἢ εἰ ἐτίθην. τούτοις, τοῦς ἀποτελοῦσι τὸν χορόν, ἀντικ.τοῦ ἀνδάνειν = ἀρέσκειν, ἀλλὰ καὶ ποιητ. αἴτιον τοῦ λέγοιτ’ ἄν. τούτοις λέγοιτ’ ἄν τοῦτο πᾶσιν ἁνδάνειν= τοῦτο ἤθελεν ὁμολογηθῇ καὶ ὑπὸ πάντων τούτων (τοῦ χοροῦ), ὅτι εἶναι ἀρεστὸν εἰς αὐτοὺς (ὅτι ἐπιδοκιμἀζεται ὑπ’ αὐτῶν). Τίνος εἴδους λόγος εἶναι ἐδῶ; ἐγκλῄω γλῶσσαν = δένω τὴν γλῶσσαν. ἡ τυραννὶς (τὸ ἀφῃρ. ἀντὶ τοῦ συγκεκρ.) = ὁ τύραννος. πολλά τ’ ἄλλα εὐδαιμονεῖ = καὶ ὑπὸ πολλὰς ἄλλας ἐπόψεις πλεονεκτεῖ. τοῦτο · τὸ ὄτι εἶναι καλὸν νὰ γίνῃ ἡ ταφὴ τοῦ Πυλυνείκους. Τὸ ὁρῶσι , ὅπως καὶ τὸ προηγούμ. ὁρᾷς ἔχουσι γνωμικὴν σημασ.= γιγνώσκουσι, φρονοῦσιν. ὑπίλλω (ἐκ μεταφορᾶς ἀπὸ τῶν κυνῶν, οἱ ὁποῖοι φοβούμενοι συστέλλουν ὑπὸ τὰ σκέλην των τὴν οὐρὰν)= συμμζευω ἐκ φόβου. στὸμα= τὴν γλῶσσαν. ἐπαιδοῦμαι = αἰσχύνομαι. χωρὶς τῶνδε = διαφορετικὰ ἀπ’ αὐτούς, διαφωνοῦσα πρὸς τὴν γνώμην αὐτῶν ἐδῶ, δηλ. τῶν γερόντων τοῦ χοροῦ καὶ κατ’ ἀκολουθίαν πάντων τῶν Θηβαίων, οὕς ἐκπροσωποῦσιν οὗτοι· εἰ φρονεῖς = ἐὰν (διότι) σκέπτεσαι καὶ ἐκτελῇς τὰς σκέψεις σου· (δηλ. οἱ ἀποτελοῦντες τὸν χορὸν δυνατὸν νὰ ἔχουν τὰς ἰδίας μὲ σὲ σκέψεις ἀλλὰ δὲν προβαίνουν εἰς ἐκτέλεσιν αὐτῶν, ἀλλ ὑπακούουν εἰς τὰς διαταγὰς τοῦ ἄρχοντος). γάρ· αἰτιολογ. τὸ ἐννοούμ. οὐκ ἐπαιδοῦμαι. οὐδέν αἰσχρὸν = οὐδεμία εἶναι αἱσχύνη. ὁμόσπλαγχνος = ὁμογάστριος= ἀδελφός. ὁ καταντίον = ὁ ἐναντίον τοῦ Πολυνείκους (ὁ ᾽Ετεοκλῆς). μιᾶς τε (μητρὸς) ἐνν. γεγώς. πῶς δῆτ’ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν = πῶς δῆτα τιμᾷς (Πολυνείκη) χάριν δυσσεβῆ ἐκείνῳ;= πῶς λοιπὸν ἀποδίδεις τιμὴν εἰς τὸν Πολυνείκη, ἡ ὁποία μαρτυρεῖ ἀσέβειαν εἰς ἐκεῖνον τὸν ᾽Ετεοκλέα); ταῦτα = ὅτι ἀποδίδων τιμὴν εἰς τὸν Πολυνείκη δεικνύω ἀσέβειαν εἰς τὸν ᾽Ετεοκλέα... εἴ τοί σφε τιμᾷς ἐνν. ὡς κύριον ῥῆμα μαρτυρήσει ταῦτα... σφέ · τὸν ᾽Ετεοκλέα. πορθῶν... ἐνν. ὤλετο ἀδελφός. ὕπερ= ὑπὲρ, ὑπὲρ αὐτῆς· τοὺς νόμους ἴσους ποθεῖ = ἔχει τὴν ἀξίωσιν οἱ διέποντες τὴν ταφὴν νόμοι νὰ εἶναι ἴσοι δι’ ὅλους (νὰ ἐφαρμόζωνται ἐξ ἴσου δι’ ὄλους). ἴσος = εἶναι ἐν τῇ αὐτῇ μοίρᾳ. λαχεῖν = ὥστε νὰ τύχῃ τῆς αὐτῆς τιμῆς. εὐαγῆ = εὐσεβῆ. τάδε = αἱ τοιαῦται διακρίσεις περὶ τοὺς ἀποθανόντας. συνέχθω = συμμισῶ, μετέχω τοῦ μίσους τῶν ἄλλων. συμφιλῶ = συναπαγῶ, μετέχω τῆς ἀγάπης. οὔτοι ἔφυν = δὲν εἶμαι βεβαίως τοιαύτη κατὰ τὴν φύσιν. νὺν= λοιπόν. κείνους · τοὺς ἐν ᾍδῃ καὶ μάλιστα τὸν Πολ. ἐμοῦ δὲ ζῶντος ... εἰς τὰ ἐπιχειρήματα τῆς Ἀντ. ὁ Κρ. ἀπαντᾷ διὰ σατραπικοῦ ἀξιώματος. 


Πραγματικαί.
καὶ φημὶ δρᾶσαι ... ἡ κατὰ τοιοῦτον διττὸν τρόπον καὶ μετὰ σθένους βεβαίωσις τῆς πράξεως ὑπὸ τῆς Ἀντιγόνης πῶς χαρακτηρίζει τὸ ἦθος αὐτῆς; Ἀσφαλῶς μᾶς προδικάζει τὴν μέλλουσαν νὰ λάβῃ χώραν σοβαρὰν σύγκρουσιν αὐτῆς πρὸς τὸν Κρέοντα καὶ ἀναδεικνύει ταύτην ἀληθῆ ἡρωίδα. οὐ γάρ τί μοι Ζεύς· θέλει νὰ εἴπῃ, ὅτι μόνον ἄν ὁ Ζεὺς καὶ ἡ Δίκη, οἱ ὁποῖοι καθώρισαν τὴν ὑποχρέωσιν τῶν ἀνθρώπων εἰς τὸ νὰ θάπτουν τοὺς νεκρούς, διέτασσον τὰ ἐναντία ἐν τῇ προκειμένῃ περιπτώσει, τότε θὰ ὑπήκουεν εἰς αὐτούς, θεωρεῖ δηλ. τὸ θεῖον καὶ φυσικὸν δίκαιον ὑπέρτερον τοῦ ἀνθρωπίνου καὶ θετοῦ. Δίκη · ἦτο θυγάτηρ τοῦ Διὸς καὶ τῆς Θέμιδος. Εἶναι σύνεδρος τοῦ Διὸς καὶ παρακολουθοῦσα ἀγρύπνως τὰ ἐπὶ γῆς καὶ ἐν τῷ ᾍδῃ συμβαίνοντα ἀναφέρει ἑκάστοτε εἰς τὸν Δία διὰ τὴν τιμωρίαν τῶν παραβαινόντων τοὺς διέποντας τὰ τοῦ κόσμου κανόνας καὶ σχέσεις. οὐ γάρ τι νῦν γε κἀχθές... τὴν ἀντίληψιν περὶ τοῦ αἰωνίου κύρους τοῦ φυσικοῦ δικαίου εἴχον ἀνέκαθεν οἱ ἀρχαῖοι ῞Ελληνες. σχεδόν τι μώρῳ ... ἡ στάσις τῆς Ἀντιγόνης διὰ τῶν λόγων αὐτῆς ἀπὸ ὑψηλόφρονος καὶ ἀνδροπρεποῦς γίνεται αὐστηρὰ καὶ περιφρονητική, ἐπιβάλλουσα νὰ σχηματίσωμεν τὴν γνώμην, ὅτι οὐδεμία συνεννόησις πλέον εἶναι δυνατὴ μεταξὺ τῶν δύο. τὰ σκλήρ’ ἄγαν φρονήματα... τραγικὴ εἰρωνεία διὰ τὸν Κρέοντα, εἰς τὸν ὁποῖον ἐφαρμοσθήσονταί ταῦτα ἐν τέλει τοῦ δράματος. Ζηνὸς ἑρκείου · ὀνομάζεται οὕτω, διότι ὁ βωμὸς αὐτοῦ ἔκειτο εἰς τὸ προαύλιον (τὸ ἕρκος) πάσης οἰκίας. οὐ γάρ τι δοῦλος ἰδὲ τὰς ἀντιλήψεις τοῦ ἀρχαίου κόσμου περὶ τῆς μεγάλης ἀποστάσεως, τῆς ὑφισταμένης μεταξὺ ἐλευθέρων καὶ δούλων, τὴν ὁποίαν κατήργησεν ὁ χριστιανισμός. ᾽Εκ πάντων ὅμως τῶν ἀρχαίων λαῶν οἱ ῞Ελληνες, καὶ δὴ καὶ οἱ Ἀθηναῖοι, ἐφέροντο σχετικῶς ἠπιώτερον πρὸς τοὺς δούλους αὑτῶν καὶ προστατευτικοὺς νόμους εἶχον θεσπίσει ὑπὲρ αὐτῶν. οὔτοι ποθ’ οὑχθρός ... ὑπῆρχεν ἡ ἰδέα, ὅτι τὰ ψυχικὰ πάθη ἐξηκολούθουν νὰ ὑφίστανται καὶ εἰς τὸν ᾍδην καὶ διὰ τοῦτο ἡ ψυχὴ τοῦ Αἴαντος, ὡς βλέπομεν ἐν ᾽Οδυσσείᾳ (λ583), ἀπηξίωσε τὸν ᾽Οδυσσέα πάσης συνομιλίας, ὅτε οὗτος κατέβη ἐκεῖ. οὔτοι συνέχθειν , ἀλλὰ συμφιλεῖν ἔφυν · καὶ διὰ μόνου τούτου τοῦ περιέχοντος ἀρίστην καὶ ἠθικωτάτην γνώμην στίχου δύναται ἄριστα νὰ χαρακτηρισθῇ τὸ ἦθος τῆς Ἀντιγόνης. 


γ΄) 526 - 581


Λεξιλογικαί.
καὶ μὴν = ἀλλ’ ἰδοὺ (τὰς λέξεις ταύτας μεταχειρίζεται συνήθως ὁ Σοφοκλῆς περὶ τῶν εἰσαγομένων προσώπων). εἴβομαι καὶ εἴβω = χύνω. φιλάδελφα δάκρυα = δάκρυα ἀδελφικῆς ἀγάπης. νεφέλη = θλῖψις, κατήφεια (μεταφ. ἀπὸ τῆς νεφέλης τοῦ οὐρανοῦ, ἡ ὁποία καθιστᾷ κατηφῆ τὴν ἡμέραν καὶ ἐπιφέρει τὴν βροχήν), ὑπέρ ὀφρύων (ἐνν. οὖσα= ἐπικαθημένη). νεφέλη δ’ ὀφρύων ὕπερ = κατήφεια δὲ ὡσὰν νεφέλη ἐπικαθημένη ὑπεράνω τῶν ὀφρύων αὐτῆς. αἰσχύνω = ἀσχημίζω. αἱματόεις = αἱματόχρους, κατακόκκινος (λόγῳ τῶν κλαυμάτων καὶ τῆς μεγάλης στενοχωρίας διὰ τὴν περιπέτειαν τῆς ἀδελφῆς της). ῥέθος (ῥέθεα παρ’ ῾Ομήρῳ= τὰ μέλη τοῦ σώματος)= τὸ πρόσωπον. τέγγω = βρέχω. εὐὼψ -εὐῶπος= ὁ ἔχων καλὴν ὄψιν, ὡραῖος (ἐκ τῆς.αἰτιατ. εὐῶπα προῆλθε καὶ ἡ σημερινὴ λέξις γώπα, τὸ ψάρι τὸ ἔχον μεγάλους καὶ ὡραίους ὀφθαλμούς). ὑφειμένη (ῤ· ὑφίεμαι)= ἐλλοχῶσα. κατ’ οἴκους = σύνοικος οὖσα. λήθουσα = χωρὶς νὰ τὸ ἐννοῶ. μ’ ἐξέπινες = μοῦ ἔπινες τὸ αἷμα, (μεταφορ. ἀπὸ τῆς βδέλλας, διότι ἡ ἔχιδνα δὲν πίνει αἷμα). δύ’ ἄτα κἀπαναστάσεις (ἐτέθησαν τὰ ἀφῃρημένα ἀντὶ τῶν συγκεκριμένων)= δύο συμφορὰς (πανοῦκλες) καὶ ἐπαναστάτιδας. ἤ ᾽ξομῇ (ἐξόμνυμι)= ἤ θὰ ἀρνηθῇς μεθ’ ὅρκου. ὁμορροθῶ (ἐκ μεταφορᾶς ἐκ τοῦ ῥόθου= τοῦ κρότου τοῦ παραγομένου ὑπὸ τῶν κωπηλατῶν, συγχρόνως κωπηλατούντων)= συμφωνῶ. ξυμμετίσχω τῆς αἰτίας καὶ φέρω = συμμετέχω τῆς κατηγορίας, ἀναλαμβάνουσα καὶ ἐγὼ τὴν εὐθύνην τῆς πράξεως. ἀλλ’ οὐκ ἐάσει γέ σοι τοῦτο ἡ δίκη = ἀλλὰ δὲν θὰ ἐπιτρέψῃ, βέβαια τοῦτο ἡ δικαιοσύνη εἰς σέ. κοινοῦμαί τινα = λαμβάνω τινὰ συμμέτοχον. ἐν κακοῖς τοῖς σοῖσι = ἐν τῇ δυστυχίᾳ σου. ξύμπλους = συμμέτοχος. τοῦ πάθους = τοῦ παθήματός μου. ὧν τίνων (ἐνν. εἰσί, πλαγ. ἐρώτ. ἐκ τοῦ ξυνίστορες). ξυνίστορές εἰσι= ξυνίσασι= γνωρίζουσι καλῶς. στέργω = ἀγαπῶ. ἀτιμάζω= στερῶ τῆς τιμῆς. μὴ οὐ (ἔθηκε δύο ἀρνήσεις λόγῳ ἐξαρτήσεως ἐξ ἄρνητικῆς ἐννοίας μὴ ἀτιμάσῆς)= ἀπὸ τοῦ νὰ μή ἁγνίζω = ἐξαγνίζω, ἐξιλεώνω. μοι κοινὰ (= κοινῇ)= ἀπὸ κοινοῦ μὲ ἐμέ. ἔθιγες (θιγγάνω)= ἤγγιστες, ἔβαλες χέρι. ποιοῦμαι ἐμαυτοῦ = οἰκειοποιοῦμαι, θεωρῶ ἰδικά μου. ἀρκέσω ... ἀντὶ τῆς προσ. συντάξ.= ἀρκετὸν ἔσται θνῄσκειν ἐμέ· λελειμμένῃ σου (ὑποθ. μετ.)= ἐὰν ὑπολειφθῶ σοῦ, νὰ στερηθῶ σοῦ. κηδεμὼν (ἐνν. εἶ)= ἐνδιαφέρεσαι. ταῦτ’ ἀνιᾷς με (συντάσ. διπλῇ αἰτιατ.)= μὲ αὐτὰ μὲ λυπεῖς. ἀλγοῦσα μὲν δῆτα (ἐνν. τὸ ῥῆμα ἀνιῶ σε)= ὁπωσδήποτε ὅμως αἰσθᾳνομενη θλῖψιν. γέλωτα ἔν τινι γελῶ = περιγελῶ τινα. τί δῆτα. .. ἡ σειρὰ τῶν λέξεων: (εἰ μὴ πρότερον ὠφέλησά σε) ἀλλὰ νῦν δῆτα τί ἄν σ’ ἔτι ὠφελοῖμ’ ἐγώ;= ἀλλὰ τώρα τοὐλάχιστονεἰς τί δύναμαι νὰ ὠφελήσω σε· οὐ φθονῶ = δὲν ἀρνοῦμαι. ὑπεκφυγεῖν σε , ἐνν. τὸν θάνατον. ἀμπλάκω (ἀόρ. τοῦ ἀμπλακίσκω) ἀπορηματ. ύποτ.= ν’ ἀποτύχω, νὰ στερηθῶ τῆς τιμῆς νὰ μετάσχω. γάρ· αἰτιολογεῖ τὸ ἐννοούμ.ναί. αἱροῦμαι = προτιμῶ. ἀλλ’ οὐκ ἐπ’ ἀρρήτοι ς= ἀλλ’ οὺχὶ χωρὶς νὰ εἴπω τοὺς λόγους (τὰς ἰδέας ποὺ μὲ ὤθησαν) τοῖς· δοτ προσωπ. ἐκ τοῦ ἐννοουμένου ἐδόκεις (διὰ τοῦ: τοῖς μέν ἐνν. τὸν Κρέοντα, διὰ τοῦ τοῖς δὲ τὸν Πολυνείκη καὶ τοὺς κάτω θεούς). σὺ μὲν τοῖς= τοῖς δ’ ἐγώ· σχ. χιαστόν. καὶ μὴν ἡ ᾽ξαμα ρτία ἴση ἐστὶν νῷν = καὶ ὅμως ἡ παρεκτροπή τὸ ἁμάρτημά μας εἶναι ὅμοιον (ἐπειδὴ ἡ μὲν Ἀντιγόνη προέβη εἰς τὴν πρᾶξιν, ἡ δὲ ᾽Ισμήνη συνεφώνει μὲν κατ’ ἀρχήν, ἀλλὰ τῆς ἔλειπε τὸ ἐπιβαλλόμενον θάρρος). ζῇς = δικαιοῦσαι νὰ ζῇς. τὼ παῖδε-τὴν μέν, τὴν δέ , σχῆμα καθ’ ὅλον καὶ μέρος ἀφ’ οὗ τὰ πρῶτ’ ἔφυ =ἀπὸ τῆς ἀρχῆς τῆς γεννήσεώς της (χαρακτηρίζει τὴν Ἀντιγόνην ὡς ἀνέκαθεν ἀπείθαρχον). οὐδ’ ὃς ἂν βλάστῃ... (ἐπίδοσις)= ὄχι μόνον ὁ τῶν ἄλλων πεπειραμένος νοῦς, ἀλλὰ οὔτε καὶ ἐκεῖνος, ὁ ὁποῖος ἤθελε γεννηθῇ καλῶς φρονῶν, παραμένει τοιοῦτος εἰς τοὺς δυστυχοῦντας, ἀλλὰ σαλεύει (βγαίνει ἀπὸ τὴν θέσιν του). σοὶ γοῦν (ἐνν. ἐξέστη)= σοῦ λοιπὸν ἐσάλευσεν ὁ νοῦς. ὅτε = ἀπὸ τῆς ἐποχῆς, καθ’ ἣν γάρ· αἰτιολογεῖ τὸ ἐννούμ·: ναί, πράσσω κακῶς (=δυστυχῶ), ὅπερ ἡ ᾽Ισμήνη ἐκ παρανοήσεως ἐκ τοῦ πράσσειν κακὰ εἶπε. ἄτερ τῆσδε = ἄνευ αὐτῆς. ἥδε (ἔχει σχέσιν πρὸς τὸ προηγούμενον τῆσδε)= αὕτη ἐδῶ (ὡς παροῦσα καὶ ζῶσα, ἐνῷ εἶναι ἀποθαμένη). νυμφεῖα = ὁ γάμος, καὶ κατὰ μετωνυμίαν= ἡ νύμφη. ἀρώσιμος = δυνάμένος νὰ ἀρωθῇ, νὰ σπαρῇ. γύης = ἀγρὸς (ἐδῶ ἐνν. κόρη). οὐχ ὣς γ’ ἐκείνῳ τῇδε τ’ ἦν ἡρμοσμένα = ἀλλὰ τὰ τοῦ γάμου οὐκ ἔσται ἡρμοσμένα, ὥς γ’ ἐκείνῳ...= ἀλλ’ ὁ γάμος μετ’ ἄλλης δὲν θὰ εἶναι εὐάρμοστος εἰς τὸν ἴδιον βαθμόν, ὅπως ἦτο εὐάρμοστος μεταξὺ αὐτῆς ἐδῶ καὶ ἐκείνου, ὑιέσι, ἀντὶ τοῦ ἑνικοῦ ἀριθμοῦ. στυγῶ = μισῶ. τὸ σὸν λέχος= ὁ περὶ τοῦ γάμου λόγος σου, ἡ νύμφη, περὶ τῆς ὁποίας ὁμιλεῖς (τοῦτο λέγεται μετὰ σκληροῦ ὑπαινιγμοῦ). σ’ ἀτιμάζει · ὁ Κρέων ὑβρίζων τὴν μνηστήν τοῦ Αἵμονος καὶ ἀρνούμενος τὸν μετ’ αὐτῆς γάμον του, ὑβρίζει αὐτὸν τοῦτον τὸν υἱόν του. ὁ παύσων = ὁ μέλλων νὰ διαλύσῃ (ἐνν. διὰ τοῦ θανάτου τῆς Ἀντιγόνης· τραγ. εἰρωνεία, διότι ἡ διάλυσις θὰ γίνῃ διὰ τοῦ θανάτου καὶ αὐτοῦ τοῦ υἱοῦ του Αἴμμονος). ἔφυ= προώρισται, ἐστί. δεδογμένα ἐστὶ = εἶναι ἀποφασισμένον. καὶ σοί γε κἀμοί · ποιητ. αἴτια εἰς τό: δεδογμένα ἐστί. (Διότι καὶ ὁ χορὸς ἐν στίχ 213 εἶχεν ἀποφανθῆ ὑπὲρ τῆς τιμωρίας τοῦ ἀποκαλυφθησομένου ὡς δράστου τῆς ταφῆς). μὴ τριβὰς ἔτι (ἐνν. τριβὰς χρόνου ποιεῖσθε)= μὴ βραδύνετε, μὴ χρονοτριβεῖτε πλέον. νιν = αὐτάς. ἐκ δἐ τοῦδε= ἀπ’ ἐδῶ δὲ καὶ εἰς τὸ ἑξῆς. μηδ’ ἀνειμένας= καὶ μὴ χειραφτημένας, ἀπολύτως ἐλευθέρας. θρασὺς = τολμηρός. τὸν ᾍδην πέλας τοῦ βίου = τὸν ᾍδην προσεγγίζοντα τὴν ζωὴν αὐτῶν, ἑπομένως ἐπικείμενον τὸν θάνατον. Μετὰ τοῦτο ἀπάγονται αἱ δύο ἀδελφαὶ εἰς τὴν γυναικωνῖτιν ὑπὸ τῶν δύο δορυφόρων τοῦ Κρέοντος. 


Πραγματικαί.
ἐπαναστάσεις θρόνων · ἡ τυραννὶς πάντοτε ὑποπτεύει συνωμοσίας καὶ ἀνατροπάς. οὔτ’ ἠθέλησας, ὅτε δηλ. τῇ ἔκαμε τὴν πρότασιν νὰ μετάσχῃ τῆς ταφῆς, πρὶν προβῇ εἰς αὐτήν ξύμπλουν· οἱ Ἀθηναῖοι, ὡς λαὸς ναυτικός, ἔχαιρον ἀκούοντες ναυτικὰς λέξεις, ὅπως ὁμορροθεῖ κλπ. τοῦδε γάρ σὺ κηδεμώ· ἐννοεῖ, ὅτι ἡ ᾽Ισμήνη, μὴ θελήσασα νὰ μετάσχῃ τοῦ ἔργου τῆς ταφῆς καὶ ὑπακούσασα τυφλῶς εἰς τὰ κελεύσματα τοῦ Κρέοντος, ὑπὲρ αὐτοῦ ἐνδιαφέρεται. τί ταῦτα’ ἀνιᾷς μ’ οὐδὲν ὠφελουμένη ; τὸ παράπονον τοῦτο τῆς ᾽Ισμήνης εἶχεν ἀγαθὸν ἀποτέλεσμα, τὸ μέν, διότι ἡ Ἀντιγόνη καθίσταται ἐφεξῆς ἠπιωτέρα, τὸ δέ, διότι σῴζεται ἐκ τῆς καταδίκης ἡ ᾽Ισμήνη, ἐφ’ ὅσον ἔναντι αὐτῆς αὐστηρῶς προσηνέχθη ἡ Ἀντιγόνη παρουσίᾳ τοῦ Κρέοντος. σὺ μέν ζῇς, ἡ δ’ ἐμή ψυχή, πάλαι τέθνηκε· μεγάλη ἡ ἀπόστασις μεταξὺ τῶν δύο ἀδελφῶν, τῆς μὲν ᾽Ισμήνης ἐχούσης δικαιώματα ἐπὶ τῆς γηίνης αὐτῆς ζωῆς, ἧς τὰς ἰδέας ἠκολούθησε τῆς δὲ Ἀντιγόνης, ὡς ἡρωίδος λόγῳ τῶν ὑψηλῶν καὶ θείων ἀντιλήψεών της, πρὸ πολλοῦ ἀνηκούσης εἰς ἄλλας σφαίρας ὑψηλοτέρας καὶ εὐγενεστέρας, εἰς τὴν ἄλλην ὑπερκόσμιον ζωήν. ἀρώσιμοι γὰρ χἁτέρων γύαι· λέγει τοῦτο, διότι ὅπως ἡ γῆ παράγει καρποὺς διὰ τῆς ἀρόσεως, οὕτω καὶ ἡ γυνὴ εἶναι κατάλληλος πρὸς τεκνοποιίαν. Εἶναι δὲ ἄξιον σημειώσεως, ὅτι ὁ Κρέων, παραγνωρίζων ἐν τῇ ὀργῇ του τῂν ἕνωσιν δύο εὐγενῶν ὑπάρξεων, συναισθηματικῶς συνδεδεμένων, θεωρεῖ τὸν γάμον ὡς ἀποκλειστικὸν μέσον διὰ τὴν γέννησιν παίδων κτλ. ὦ φίλταθ’ Αἷμον · ὁ Αἵμων ἦτο δευτερότοκος υἱὸς τοῦ Κρεοντος, τοῦ πρώτου υἱοῦ του, τοῦ Μεγαρέως, θυσιασθέντος τῇ προτάσει τοῦ μάντεως Τειρεσίου χάριν τῆς σωτηρίας τῆς πόλεως, προσφωνεῖ δὲ τοῦτον περιπαθῶς φίλτατον ἡ ᾽Ισμήνη, ὡς ἐξάδελφον καὶ μνηστῆρα τῆς. ἀδελφῆς της καὶ ὡς ὑβριζόμενον ὑπὸ τοῦ πατρός του. γυναῖκας εἶναι μηδ’ ἀνειμένας· ὁμιλεῖ ἀναχρονιστικῶς ἐνταῦθα ὁ Σοφοκλῆς περὶ τῶν γυναικῶν τῶν ἱστορικῶν χρόνων, αἱ ὁποῖαι ὄντως εἰς τὰς ᾽Ιωνικὰς φυλάς, καὶ δὴ παρὰ τοῖς Ἀθηναίοις. ἦσαν ὑποτεταγμέναι ὑπάρξεις, προορισμὸν ἔχουσαι νὰ γεννῶσι τέκνα καὶ νὰ τηρῶσιν ἐν τάξει τὰ τοῦ οἴκου των. Οὐδέποτε ὅμως ἡ γυνὴ καὶ τότε ἐταπεινώθη ἔναντι τοῦ ἀνδρὸς εἰς ἀνδραποδώδη ὑποταγὴν καὶ ἐξάρτησιν, ὅπως παρὰ τοῖς βαρβάροις λαοῖς τῆς Ἀσίας, Τοὐναντίον κατὰ τοὺς ἡρωικοὺς χρόνους ἡ γυνὴ ἀπέλαυε πολλῆς ἐκτιμήσεως, ὡς, βλέπομεν εἰς τὰ ὁμηρικὰ ποιήματα καὶ ὑπὸ πολλὰς ἐπόψεις ἡ θέσις αὐτῆς ἦτο ἰσοδύναμος πρὸς τὴν τοῦ ἀνδρός.


DMCA.com Protection Status


author image

About the Author

This article is written by: Φιλόλογος Ερμής - He has already written over 2.200 articles for Φιλόλογος Ερμής. He has Graduate Diploma in Classical Philology, Postgraduate Diploma in Applied Pedagogic, and is Candidate Doctor(Dph) of Classical Philology. Stay touch with him or email him