ΝΙΚΗΦΟΡΟΥ Ξ. ΕΛΕΟΠΟΥΛΟΥ
& ΚΑΛΛΙΡΡΟΗΣ Ν. ΕΛΕΟΠΟΥΛΟΥ
Ὁ Ὀδυσσέυς μανθάνει τὴν ἀπὸφασιν τῶν θεῶν
*
Ὥς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊοφόντης· 148
ἡ δ’ ἐπ’ ᾽Οδυσσῆα μεγαλήτορα πότνια νύμφη
ἤι ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυν ἀγγελιάων, 150
τὸν δ’ ἄρ’ ἐπ’ ἀκτῆς εὗρε καθήμενον˙ οὐδέ ποτ’ ὄσσε
δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν
νόστον ὀδυρομένῳ ἐπεὶ οὐκέτι ἥνδανε νύμφη,
ἀλλ’ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ
ἐν σπέεσι γλαφυροῖσι παρ’ οὐκ ἐθέλων ἐθελούσῃ˙ 155
ἤματα δ’ ἄμ’ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων
δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων
πόντον ἐπ’ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων.
ἀγχοῦ δ’ ἱσταμένη προσεφώνεε δῖα θεάων˙
«Κάμμορε, μή τοι ἐτ’ ἐνθάδ’ ὀδύρεο, μηδέ τοι αἰὼν 160
φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσ’ ἀποπέμψω.
ἀλλ’ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ
εὐρεῖαν σχεδίην ἀτὰρ ἴκρια πῆξαι ἐπ’ αὐτῆς
ὑψοῦ, ὥς σε φέρῃσιν ἐπ’ ἠεροειδέα πόντον.
αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἷνον ἐρυθρὸν 165
ἐνθήσω μενοεικέ, ἅ κέν τοι λιμὸν ἐρύκοι
εἵματά τ’ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν.
ὥς κε μάλ’ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι,
αἴ κε θεοί γ’ ἐθέλωσι, τοί οὐρανὸν εὐρὺν ἔχουσιν.
οἱ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε. 170
Ὥς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα˙
«Ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν,
ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης.
δεινόν τ’ ἀργαλέον τε· τὸ δ’ οὐδ’ ἐπὶ νῆες ἐῖσαι 175
ὠχίποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ.
οὐδ’ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην,
εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι
μή τί μοι αὐτῷ πῆμα κακόν βουλευσέμεν ἄλλο.»
Ὥς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, 180
χειρί τέ μιν κατέρεξεν ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν.
«῏Η δὴ ἀλιτρός γ’ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς,
οἱον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι.
ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος 185
ὅρκος δεινότατός τε πέλει μακάρεσσι, θεοῖσι,
μή τί τοι αὐτῷ πῆμα κακὸν, βουλευσέμεν ἄλλο.
ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσ’ ἂν ἐμοί περ
αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι˙
καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος οὐδέ μοι αὐτῇ 190
θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλ’ ἐλεήμων.»
Ὥς ἄρα φωνήσασ’ ἠγήσατο δῖα θεάων
καρπαλίμως˙ ὁ δ’ ἔπειτα μετ’ ἴχνια βαῖνε θεοῖο.
ἷξον δὲ σπέος ἐς γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ,
καὶ ῥ’ ὁ μὲν ἔνθα καθέζετ’ ἐπὶ θρόνου ἔνθεν ἀνέστη 195
῾Ερμεία νύμφη δ’ ἐτίθει πάρα πᾶσαν ἐδωδὴν
ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν
αὐτὴ δ’ ἀντίον ἱζεν Ὀδυσσῆος θείοιο,
τῇ δὲ παρ’ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν,
οἱ δ’ ἐπ’ ὀνείαθ’ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. 200
αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος,
τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων˙
«Διογενὲς Λαερτιάδη, πολυμήχαν’ Ὀδυσσεῦ,
οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης, 205
εἴ γε μὲν ἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα
κήδε’ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἰκέσθαι,
ἐνθάδε κ’ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις
ἀθάνατός τ’ εἴης, ἱμειρόμενός περ ἰδέσθαι
σὴν ἄλοχον, τῆς τ’ αἰέν ἐέλδαι ἤματα πάντα 210
οὐ μὲν θην κείνης γε χερείων εὔχομαι εἶναι,
οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν
θνητὰς ἀθὰνάτῃσι δέμας καὶ εἰδος ἐρίζειν.»
Τὴν δ’ ἀπαμοιβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
«Πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς 215
πάντα μάλ’ οὕνεκα σεῖο περίφρων Πηνελόπεια
εἶδος ἀκιδνοτέρη μέγεθός τ’ εἰσάντα ἰδέσθαι·
ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δ’ ἀθάνατος καὶ ἀγήρως.
ἀλλὰ καὶ ὥς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα
οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. 220
εἴ δ’ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ,
τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν·
ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα
κύμασι καί πολέμῳ. μετὰ καὶ τόδε τοῖσι γενέσθω.»
[225 - 261. Τὴν ἑπομένην, μόλις ἐφάνη ἡ αὐγή, ἡ Καλυψὼ ὡδήγησε τὸν ᾽Οδυσσέα εἰς τὴν ἐσχατιὰν τῆς νήσου, ὅπου ὑπῆρχον πανύψηλα δένδρα καὶ τοῦ ἔδωσεν ἐργαλεῖα, διὰ νὰ κατασκευάση τὴν σχεδίαν. Ὁ Ὀδυσσεὺς προσεπάθησε νὰ τήν κατασκευάση ὅσον τὸ δυνατὸν στερεὰν καὶ ἀσφαλῆ (βλ. εἰκ, ἄρ. 9)].
Ἀπόπλους καὶ ναυάγιον τοῦ Ὀδυσσέως
Τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα 262
τῶ δ’ ἄρα πέμπτω πέμπτ’ ἀπὸ νήσου δῖα Καλυψῶ
εἵματά τ’ ἀμφιέσασα θυώδεα καὶ λούσασα.
ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο 265
τὸν ἕτερον, ἕτερον δ’ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα
κωρύκῳ˙ ἐν δὲ οἱ ὄψα τίθει μενοεικέα πολλά˙
οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε.
γηθόσυνος δ’ οὔῥω πέτασ’ ἱστία δῖος Ὀδυσσεύς.
αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως 270
ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν
Πληιάδας τ’ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην
Ἄρκτον θ᾽, ἣν καὶ Ἅμαξαν ἐπίκλησιν καλέουσιν,
ἥ τ’ αὐτοῦ στρέφεται καί τ’ ᾽Ωρίωνα δοκεύει,
οἴη δ’ ἄμμορός ἐστι λοετρῶν ᾽Ωκεανοῖο· 275
τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων,
ποντοπορευέμεναι ἐπ’ ἀριστερὰ χειρὸς ἔχοντα.
ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων,
ὀκτωκαιδεκάτη δ’ ἐφάνη ὄρεα σκιόεντα
γαίης Φαιήκων, ὅθι τ’ ἄγχιστον πέλεν αὐτῷ˙ 280
εἴσατο δ’ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ.
Τὸν δ’ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων
τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν εἴσατο γάρ οἱ
πόντον ἐπιπλώων. ὁ δ’ ἐχώσατο κηρόθι μᾶλλον,
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· 285
«Ὤ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως
ἀμφ’ Ὀδυσῆι ἐμεῖο μετ’ Αἰθιόπεσσιν ἐόντος,
καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα
ἐκφυγέεν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει,
ἀλλ’ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος.» 290
Ὤς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον
χερσὶ τρίαιναν ἑλών· πάσας δ’ ὀρόθυνεν ἀέλλας
παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε
γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δ’ οὐρανόθεν νύξ,
σὺν δ’ Εὖρός τε Νότος τ’ ἔπεσον Ζέφυρός τε δυσαῂς 295
καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων,
καὶ τότ’ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ,
ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὅν μεγαλήτορα θυμόν·
«Ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται;
δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, 300
ἥ μ’ ἔφατ’ ἐν πόντῳ πρὶν πατρίδα γαῖαν ἱκέσθαι,
ἄλγε’ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται.
οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν
Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δ’ ἄελλαι
παντοιων ανεμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος, 305
τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότ’ ὄλοντο
Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρείδῃσι φέροντες.
ὡς δὴ ἐγώ γ’ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν
ἥματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα
Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. 310
τῷ κ’ ἔλᾳχον κτερέων, καὶ μευ κλέος ἦγον Ἀχαιοί·
νῦν δέ με λευγαλέῳ, θανάτῳ εἵμαρτο ἁλῶναι.»
Ὥς ἄρα μιν εἰπόντ’ ἔλασεν μέγα κῦμα κατ’ ἄκρης
δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε.
τῆλε δ’ ἀπὸ σχεδίης αὐτὰς πέσε, πηδάλιον δὲ 315
ἐκ χειοῶν προέηκε˙ μέσον δέ οἱ ἱστὸν ἔαξεν
δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα,
τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσεε πόντῳ.
τὸν δ’ ἄρ’ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδ’ ἐδυνάσθη
αἶψα μάλ’ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· 320
εἵματα γάρ ῥ’ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ.
ὀψὲ δὲ δὴ ῥ’ ἀνέδυ, στόματος δ’ ἐξέπτυσεν ἅλμην
πικρήν, ἣ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν
ἀλλ’ ούδ ὥς σχεδίης ἐπελήθετο τειρόμενός περ
ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετ’ αὐτῆς, 325
ἐν μέσση δὲ καθῖζε τέλος θανάτου ἀλεείνων.
τὴν δ’ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα,
ὡς δ’ ὅτ’ ὀπωρινός Βορέης φορέῃσιν ἀκάνθας
ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται
ὥς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· 330
ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι
ἄλλοτε δ’ αὖτ’ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν.
Τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ.
Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα,
νῦν δ’ ἁλὸς ἐν πελάγεσσι θεῶν ἔξ ἔμμορε τιμῆς. 335
ἥ ῥ’ Ὀδυσῆ’ ἐλέησεν ἀλώμενον, ἄλγε’ ἔχοντα.
αἰθυίῃ δ’ ἐικυῖα ποτῆ ἀνεδύσετο λίμνης,
ίζε δ’ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον·
«Κάμμιορὲ, τίπτε, τοι ὧδε Ποσειδάων ἐνοσίχθων
ὠδύσατ’ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; 340
οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων.
ἀλλὰ μάλ’ ὦδ’ ἔρξαι, δοκέεις δέ μοί οὐκ ἀπινύσσειν·
εἵματα ταῦτ’ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι
κάλλιπ᾽, ἀτὰρ χείοεσσὶ νέων ἐπιμαίεο νόστου
γαίης Φαιήκων, ὅθι τοι μοῖρ’ ἐστὶν ἀλύξαι. 345
τῇ δέ τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι
ἄμβρότον· οὐδὲ τί τοι παθέειν δέος οὐδ’ ἀπολέσθαι.
αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο,
ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον
πολλὸν ἀπ’ ἠπείρου, αὐτὸς δ’ ἀιτονόσφι τραπέσθαι.» 350
Ὥς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν,
αὐτὴ δ’ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα
αἰθυίῃ ἐικυια· μέλαν δὲ ἐ κῦμα κάλυψεν.
Αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσηεύς,
ὀχθήσας δ’ ἄρα εἶπε ππὸς ὃν μεγαλήτορα θυμόν. 355
«Ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε
ἀθανάτων, ὃ τέ με σχεδίης ἀποβῆναι ἀνώγει,
ἀλλά μάλ’ οὔ πω πείσομ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν
γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι,
ἀλλά μάλ’ ὧδ’ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· 360
ὄφρ’ ἂν μέν κεν δούρατ’ ἐν ἁρμονίῃσιν ἀρήρῃ,
τόφρ’ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων·
αὐτὰρ ἐπήν δή μοι σχεδίην διὰ κῦμα τινάξη,
νήξομ᾽, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον.»
Ἧος ὁ ταῦθ’ ὥρμαινε κατά φρένα καὶ κατά θυμόν. 365
ὦρσε δ’ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων,
δεινόν τ’ ἀργαλέον τε, κατηρεφές ἤλασε δ’ αὐτόν,
ὤς δ’ ἄνεμος ζαής ἠίων θημῶνα τινάξῃ
καρφαλέων˙ τὰ μὲν ἄρ τε διεσκέδασ’ ἄλλυδις ἄλλῃ˙
ὥς τῆς δούρατα μακρὰ διεσκέδασ’. αύτὰρ Ὀδυσσεύς 370
ἀμφ’ ἑνὶ δούρατι βαῖνε, κέληθ᾽ ὡς ἵππον ἐλαύνων,
εἵματα δ’ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ.
αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν,
αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας,
νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, 375
κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν˙
«Οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον,
εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς.
ἀλλ’ οὐδ’ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος.»
Ὤς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, 380
ἵκετο δ’ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματ’ ἔασιν.
Αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλ’ ἐνόησεν,
ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους,
παύσασθαι δ’ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας·
ὦρσε δ’ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματ’ ἔαξεν, 385
ἦος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη
διογενὴς Ὀδυσσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
Διάσωσις τοῦ Ὀδυσσέως εἰς τὴν γῆν τῶν Φαιάκων.
[387-493. Δύο νύκτας καὶ δύο ἡμέρας ἐπάλαιεν ὁ Ὀδυσσεὺς μὲ τὰ πελώρια κύματα. Ἐπὶ τέλους τὴν τρίτην ἡμέραν ἐγαλήνευσεν ἡ θάλασσα καὶ ὁ δυστυχὴς ναυαγὸς εἰδε τὴν ξηράν. Ἀλλ’ ὅτε κολυμβῶν ἐπλησίασεν εἰς αὐτήν, εἶδεν ὅτι εἰς ἐκεῖνο τὸ μέρος ἡ ἀκτὴ ἦτο φοβερὰ ἀπότομος, σχηματίζουσα βράχους καὶ σπήλαια, ὅπου ἐκτυποῦσε τὸ κῦμα καὶ ἐξετίνασσεν εἰς τὰ ὕψη ἀφρούς. Ἐκινδύνευε πράγματι νὰ συντριβῆ εἰς ἕνα αἰχμηρὸν βράχον. Τέλος κατ᾽ ἔμπνευσιν τῆς Ἀθηνᾶς ἀπεφάσισε νὰ κολυμβήση ἀκόμα, κυττάζων πάντοτε πρὸς τὴν ξηράν, ἕως ὅτου, εὔρῃ κατάλληλον μέρος διὰ νὰ πατήση γῆν. Ἔφθασεν εἰς τὰς ἐκβολὰς ὡραίου ποταμοῦ ὁ ὁποῖος ἐπακούων τὴν προσευχὴν τοῦ πολυπαθοῦς ἥρωος ἀνέκοψε τὸ ὁρμητικὸν ρεῦμά του καὶ ἥπλωσε πρὸ αὐτοῦ γαλήνην. ῎Επεσέν ἐξαντλημένος εἰς τὴν γῆν ὁ Ὀδυσσεύς ἄπνευστος καὶ ἄναυδος ἐπὶ πολλὴν ὥραν. Μόλις συνῆλθε καὶ συνεκέντρωσε τὰς σκέψεις του, ἐνεθυμήθη νὰ ῥίψῃ πάλιν εἰς τὴν θάλασσαν τὸ κρήδεμνον τῆς Λευκοθέας. Ἔπειτα ἐγονάτισεν ἑμπρὸς εἰς ἕνα σχοῖνον καὶ ἐφίλησε τὸ χῶμα. Ἐπροχώρησε μέσα εἰς τὸ δάσος καὶ ἀφοῦ ἔκαμε πρόχειρον στρωμνὴν ἀπὸ ξηρὰ φύλλα ἐξηπλώθη κατάκοπος καὶ ἀπεκοιμήθη βαθειά].
***
στ. 145-170
α) 148 - 170 - κρατύς˙ ε 49. - μεγαλήτωρ · ε 81. - πότνια· α 14. - ἤιε· ᾔει. - ἐπεὶ δὴ = ἀφοῦ πλέον. - ἐπικλύω· μετὰ γεν. = ἀκούω. - ἀγγελία = μήνυμα, προσταγή. - τὼ ὄσσε· δυικ. οὐδ. = οἱ ὀφθαλμοί. - δακρυόφιν. γεν. πληθ. (γραμμ. τυπ. ε 59.) - τέρσομαι = στεγνώνω. - κατείβομαι = φθείρομαι, λυώνω (εἴβω καὶ λείβω = χύνω). - αἰὼν = ἡ διάρκεια τοῦ βίου, ἡ ζωή. - νόστον = διὰ τὸν νόστον, διότι ἤθελε νὰ ἐπανέλθῃ εἰς τὴν πατρίδα του. - οὐκέτι ἥνδανε νύμφη = δὲν τοῦ ἦτο πλέον εὐχάριστον νὰ ζῇ μὲ τὴν νύμφην ( ἁνδάνω ἐκ τῆς ρίζ. ἁδ - ἡδύς). - ἰαύεσκε = ἐκοιμᾶτο πάντοτε (θαμιστ. τοῦ ἰαύω = κοιμῶμαι). - καὶ ἀνάγκῃ = ἔστω καὶ ἀκουσίως - παρ’ οὐκ ἐθέλων ἐθελούσῃ = παρ’ ἐθελούση οὐκ ἐθέλων = κοντὰ εἰς τὴν νύμφην, ποὺ τὸν ἥθελεν, ἐνῶ αὐτὸς δὲν τὴν ἦθελε. - ἦμαρ · α 9. - ἄμ = ἀνά. - ἡ πέτρη = ὁ βράχος. - ἡ ἠιών - όνος = ἀκτὴ τῆς θαλάσσης. - 157 - 158 = ε 83 - 84. - ἀγχοῦ. ἄγχι· α 157, ε 101. - προσεφώνει = ὡμίλει πρὸς αὐτόν.
160 - 170 - κάμμορε = δυστυχισμένε = ὁ εἰς μόρον, δηλ. κακὴν μοῖραν ὑποκείμενος. ( κατ + σμόρος ). - μή μοι· μοὶ δοτ. χαριστ. = μὴ πρὸς χάριν μου, σὲ παρακαλῶ μή... - ὀδύρομαι = θρηνῶ. - αἰών· ε 152. - πρόφρασσα θηλ. τοῦ πρόφθων = πρόθυμος. ( πρὸ + φρήν ). - δούρατα· δόρυ - δούρατος. πρώτη σημ. = ξύλον (πρβλ. δούρειος ἵππος, δόρυ ). - χαλκῷ . δοτ. ὀργ. εἰς τὸ ταμὼν = ἀφοῦ κόψης μὲ χάλκινον πέλεκυν. - σχεδίη· ε 33. βλ. κατωτ. πραγματικά. - ἴκρια = σανίδες ἀποτελοῦσαι τὰ δύο καταστρώματα πρῴρας καὶ πρύμνης. - πῆξαι· ἀπαρμφ. ρ. πήγνυμι = στερεώνω. - ὑψοῦ = ὑψηλὰ δηλ. ἐπὶ τῶν ξύλων τῆς σχεδίας. - ἠεροειδὴς = ὁμιχλώδης (ἀήρ - ἠέρος = ὁμίχλη). - μενοεικὴς = ὁ ἁρμόζων, ὁ ἀνάλογος μὲ τὴν ἐπιθυμίαν, ἐπαρκὴς ( μένος + ἔοικα ). - ἅ κεν ἐρύκοι: ἀναφ. τελ. πρότασις = τὰ ὁποία θὰ σὲ σώσουν ἀπὸ τὸν κίνδυνον τοῦ λιμοῦ. - τὸ εἷμα - ατος = ἔνδυμα (ρίζ. ἕσ. ἕσνυ - μι, ἔννυμι - ἀμφιέννυμι ). - οὖρος = οὔριος ἄνεμος. - ἀσκηθὴς = ἀβλαβής. - αἴ κε = ἐάν. - μευ = μου. - φέρτερος = ἀνώτερος. - κρῆναι · κραίνω = δρῶ, ἐκτελῶ.
β) - αἰ ἀντὶ εἰ. Συνήθως αἴ κε = εἰ ἄν, ἐάν.
-Τροπὴ τῶν συμφώνων τῶν ἐκθλιβομένων προθέσεων ἀναλόγως τοῦ ἐπομένου συμφώνου: ἀμ - πέτρῃσι ( ἀνὰ πέτρησι ), κάμμορε (κάτ(σ)μορε).
- Γεν. α’. προσ. τῆς προσ. ἀντων. ἐγώ: μεῦ καὶ ἐγκλ. μευ. Ἄλλοι τύποι: ἐμέο, ἐμεῖο , καὶ σπαν. ἐμέθεν .
γ) Τὸν δ’ ἄρ’ ἐπ’ ἀκτῆς εὗρε: Διὰ πρώτην φορὰν ἐμφανίζεται ἐδὼ ὁ ἤρως τῆς ὑποθέσεως, ἐνῶ ἕως τώρα μόνον λόγος περὶ αὐτοῦ ἐγίνετο. Τὸν παρουσιάζει δὲ ὁ ποιητὴς εἰς ὅλην τὴν περιπαθῆ νοσταλγίαν του. - ἀρμόζεο εὑρεῖαν σχεδίην: Ἡ Καλυψὼ δίδει εἰς τὸν Ὀδ. γενικὰς ὁδηγίας πρὸς κατασκευὴν μιᾶς σχεδίας. Θὰ συναρμοσθοῦν πρῶτον κορμοὶ δένδρων ( δούρατα μακρὰ) πελεκημένοι καλά, διὰ νὰ ἀποτελεσθῇ τὸ σῶμα σχεδίας, τὸ ὁποῖον θὰ ἐπιπλέῃ. Κατόπιν ἐπὶ τῶν συνηρμοσμένων κορμῶν θὰ στερεωθοῦν σανίδες, διὰ νὰ σχηματισθοῦν δύο καταστρώματα εἰς τὴν πρύμνην καὶ εἰς τὴν πρῴραν, ὁπως ἐγίνετο καὶ εἰς τὰ πλοῖα. Μὲ πολλὴν ὑπομονὴν ὁ Ὀδυσσεὺς ἐτελειοποίησε τὴν σχεδίαν του προσθέτων ἱστόν, κεραίᾳν, πηδάλιον καὶ ἱστία. Τὴν προεφύλαξε δέ τριγύρω μὲ πλέγμα ἀπὸ ξύλα λυγαρὶᾶς διὰ νὰ μὴ τὸν βρέχουν τὰ κύματα (εἰκ. 9).
στ. 171-191
α) - 171 - 179 - ῥίγησε· ῥιγέω = καταλαμβάνομαι ὑπὸ ῥίγους, ἀνατριχιάζω. - πολύτλας = πολυπαθής, καρτερικὸς (ρίζ. ταλ - τλῆναι α 87). - ἄλλο τι· κατηγρμ. τοῦ τόδε = αὐτή σου ἡ ἀπόφασις εἶναι κάτι ἄλλο. - μήδομαι = σκέπτομαι ( μῆτις, πολύμητις, μητιόων α 234). - οὐδέ τι = καὶ καθόλου. - πομπὴ = ἀποστολὴ εἰς τὴν πατρίδα, τρόπος νὰ μὲ στείλῃς εἰς τὴν πατρίδα μου. - ἥ κέλεαι· ἀναφορ. αἰτιολ. = ἀφοῦ σὺ μὲ παρακινεῖς ( κέλομαι ε 98). - τὸ λαῖτμα = βυθός χάος· λαῖτμα θαλάσσης = εἰς τὴν ἀχανῆ θάλασσαν. - ἀργαλέος = δύσκολος, σκληρὸς ( ἔργον = κάτι πολὺ δύσκολον). - νῆες ἐῖσαι (ἶσαι) = ἰσόρροποι, συμμετρικῶς κατεσκευασμέναι. - ναῦς ὠκύπορος = γοργὸν πλοῖον ( ὠκὺς = ταχύς ). - ἀγάλλομαι = χαίρω. - νῆες ἀγαλλόμεναι Διὸς οὔρῳ = πλοῖα ποὺ χαίρονται τὸν οὔριον ἄνεμον τοῦ Διός. - οὐδ’ ἂν ἐπιβαίην = καὶ δὲν θὰ ἐπέβαινον. - ἀέκητι· α 79. - σέθεν = σοῦ. - εἰ μὴ τλαίης = ἐὰν δὲν εἶχες τὴν τόλμην, τὸ θάρρος ( τλη - τλᾳ - τολμῶ ). - μέναν ὅρκον = ἐπίσημον ὅρκον. - πῆμα · α 49. - μὴ βουλευσέμεν = ὅτι δὲν θά....
180 - 191 - μείδησεν· μειδάω - μειδιάω = μειδιῶ. - κατέρεξε χειρὶ· τὸν ἐθώπευσε μὲ τὸ χέρι. - ἔκ τ’ ὀνόμαζε = τὸν ὠνόμασε μὲ τὸ ὄνομά μου. Ἀφοῦ τὸν προσεφώνησε ὀνομαστί, τοῦ εἶπε τὰ ἑπόμενα. - ἀλιτρὸς = ἀσεβής, διαβολεμένος ἄνθρωπος. ( ἀλιταίνω = ἁμαρτάνω, ᾀλιτήριος ). - ἀποφώλιος = ἄχρηστος, μάταιος, ἄκαιρος. - οὐκ ἀποφώλια εἰδὼς ( ἐσσὶ ) = ξεύρεις τί νὰ σκεφθῇς εἰς κάθε περίστασιν. - οἷον δὴ τὸν μῦθον = τί εἴδους λόγον. - ἐπιφράζομαι = σκέπτομαι. - ἔστω... τόδε = ἂς εἶναι μάρτυς εἰς τοῦτο. - νῦν · συμπερ. καὶ χρον. = λοιπὸν τώρα. - κατειβόμενον· ε 152 - πέλει = ἐστί. - ἅσσα = ἅττα = ἅτινα· - μήδομαι· ε 173. - χρειὼ ( χρεώ ) α 225. = ἀνάγκη - ἵκω = ἱκάνω = φθάνω, ἔρχομαι. - ὅτε με χρειὼ τόσον ἵκοι = ὅταν θὰ εὑρισκόμην εἰς τόσον δύσκολον θέσιν. - νόος = σκέψις, ψυχή. - ἐναίσιμος = δίκαιος, λογικὸς ( ἐν + αἶσα = τὸ προσῆκον). - οὐδέ μοι αὐτῇ ἐνὶ στήθεσσι = καὶ εἰς τὸ ἰδικόν μου στῆθος μέσα. - θυμὸς σιδήρεος = σκληρὴ καρδιά. Ὄχι μόνον σκέπτομαι λογικά, ἀλλὰ καὶ πονῶ ἕνα δυστυχῆ.
β) - Ποιητ· τύποι γενικῆς προσωπ. ἀντων. β΄ προσ.: σέθεν, - σεῖο, - σεῦ (πρβλ. καὶ ἐμεῖο, ἐμέο, ἐμεῦ ).
γ) - ἀγαλλόμεναι Διὸς οὔρῳ: Κατὰ ποιητικὴν ἄδειαν ἀποδίδεται ἀνθρώπινον συναίσθημα εἰς τὸ πλοῖον, τὸ ὁποῖον πλέει μὲ οὔριον ἄνεμον. Ὁ Ζεὺς ἦτο ὁ θεὸς τῶν ἀτμοσφαιρικῶν μεταβολῶν ἑπομένως καὶ τῆς πνοῆς τῶν ἀνέμων. - νῆες ἐῖσαι: Εἰς ἕνα λαὸν ναυτικόν, ὅπως ἦσαν οἱ Ἕλληνες, ἔκαμεν ἐντύπωσιν κάθε λεπτομέρεια σχετικὴ μὲ τὸ σχῆμα καὶ μὲ τὴν γραμμὴν τῶν πλοίων. Ὁ ποιητὴς ἐκφράζει αὐτὰς μὲ ποικιλώτατα ἐπίθετα: μέλαιναι νῆες, ἐύσσελμοι , ( σελμα = κατάστρωμα), κοῖλαι, ἐῖσαι κ.ἄ. - τὸ κατειβόμενον Στυγὸς ὕδωρ: Ἡ Καλυψὼ ὁρκίζεται τὸν φοβερώτατον καὶ ἵερώτατον ὅρκον τῶν θεῶν. Ἡ Στὺξ κατὰ τὸν μῦθον ἦτο ποταμὸς τοῦ Ἅδου ἐμποιῶν φρίκην. Ἐπιστεύετο δὲ ὅτι ὁ ποταμὸς οὗτος ἐπήγαζεν ἀπὸ τὸ πραγματικὸ ὕδωρ τῆς Στυγός, τὸ ὁποῖον πηγάζει ἀπὸ τὰ Ἀροάνια ὄρη τῆς Πελοποννήσου (τὸν Χελμὸν) καὶ διαρρέον δύσβατον καὶ ἀγρίαν φάραγγα σχηματίζει καταρράκτην καὶ ἐξαφανίζεται ἐντὸς χαράδρας. Σήμερον ὀνομάζεται Μαυρονέρια καὶ θεωρεῖται ὑπὸ τοῦ λαοῦ ἐπικίνδυνον διὰ τὴν ψυχρότητα τοῦ ὕδατος.
στ. 192 224
α) - 192 - 200 - ἡγήσατο· ἡγοῦμαί = προηγοῦμαι, προπορεύομαι. - καρπαλίμως = μὲ γοργὸν βῆμα. - ἴχνιον = ἴχνος. - ἵξον· μεικτ. τύπ. ἀορ. α’. καὶ β’. τοῦ ἵκω· ἱκάνω = φθάνω. - σπεῖος· σπέος α 15. - (ἐ)τίθει πάρα = παρέθετε. - πᾶσα = παντὸς εἴδους. - ἐδωδή· ε 95. - οἷα = τοιαῦτα φαγητά, ὁποῖα. - ἀντίον = ἀντικρύ. - ἵζω· ἀμβτ. = κάθημαι. - δμῳή· α 147. - οἱ δ’ ἐπ’ ὀνείαθ· α 149.
201 - 213 - (ἐ)τάρπησαν· τέρπομαί τινος = ἀπολαμβάνω, χορταίνω. - ἐδητύς, ποτής· α 150. - τοῖς μύθων ἦρχε = ἤρχισε πρώτη τὴν μεταξύ των συνομιλίαν. - διογενής = ὁ ἐκ τοῦ Διὸς καταγόμενος, διογένητος. Ἐπίθετον βασὶλέων. - οὕτω δή = ὥστε ἔτσι. Ἡ Καλυψὼ ὁμιλεῖ μὲ παράπονον πρὸς τὸν Ὀδυσσέα. - χαῖρε = νὰ πᾷς στὸ καλὸ. - ἔμπης = ἐν τούτοις, παρ’ ὅλα αὐτά, δηλ. παρὰ τὸ γεγονός, ὅτι σπεύδεις νὰ μ᾽ ἐγκαταλείψῃς. - εἰ μὲν = ἂν ὅμως. - γέ · βεβαιώνει τὴν ἀπόδοσιν: ἐνθάδε μένων γε = θὰ ἔμενες βεβαίως ἐδῶ. - αἷσὰ ˙ ε 40. - κῆδος· α 244. - ἀναπίμπλημι = ὑπομένω, τραβῶ ( πίμπλημι = γεμίζω). Πρβλ. τὴν νεολλ. ἔκφρασιν ἐπὶ ὑπερβολικῆς δυστυχίας: γέμισε τὸ ποτῆρι. - αὖθι· συγκεκομ. τύπ. τοῦ αὐτόθι = ἐδῶ. - ἐνθάδε αὐτόθι ˙ τὰ δύο συνών. ἐπιρρ. ἐπιτείνουν τὸ νόημα: δὲν θὰ τὸ κουνοῦσες ἀπ ἔδῶ. - φυλάσσοις τόδε δῶμα ˙ φυλάττω = μένω διαρκῶς. Ἀκριβῶς ὅπως εἰς τὴν νεοελλ.: φυλάει τὸ σπίτι = δὲν βγαίνει καθόλου. - ἱμειρόμενος˙ α 41. - ἄλοχος˙ α 36. - ἐέλδομαι = ἐλπίζω, λαχταρῶ. - αἰέν ἤματα πάνια · κατὰ πλεονασμ. = πάντοτε, ἡμέρα δὲν περνᾷ ποὺ... οὐ μέν θην... εὔχομαι εἶναι˙ ἡ σειρὰ τῶν λέξ: εὔχομαι μέν θην οὐκ εἶναι χερείων ἐκείνης. - θὴν = βεβαίως ἐγκλ. μόριον. - εὔχομαι = καυχῶμαι. - χερείων˙ χείρων, κατωτέρα - τὸ δέμας = ἡ κορμοστασιά. - ἡ φυή = αἱ φυσικαί γραμμαὶ καὶ κινήσεις τοῦ σώματος, ἡ χάρις· δέμας, φυήν αἰτ. τοῦ κατά τι. - οὔ πως = δὲν ὑπάρχει τρόπος, δὲν εἶναι νοητόν. - οὐδέ ἔοικεν = οὔτε εἶναι, πρέπον. - εἶδος = μορφή, κάλλος. - ἐρίζω = συναγωνίζομαι.
214 - 224 - πολύμητις = πανοῦργος ( μῆτις = σκέψις, μήδομαι ) - πότνα˙ κλητ. τοῦ πότνια˙ α 14. - χώομαι = ὀργίζομαι· ἀντκμ.: μοι τόδε = πάντα μάλα, οὕνεκα = ὅλους ἀκριβῶς τοὺς λόγους, διὰ τοὺς ὁποίους... - σεῖο = σοῦ συναπτ. πρὸς τὸ ἀκιδνοτέρη = κατωτέρα. - περίφρων = ἡ γνωστική. ( περὶ = περισσῶ + φρήν ). - μέγεθος = ἀνάστημα. - εἰσάντα ἐδέσθαι˙ ἄντα εἰσίδέσθαι = ὅταν τὴν ἀντὶκρύζῃ κανείς. - ἀλλὰ καὶ ὥς = παρὰ τὸ γεγονὸς ὅτι σὺ ὑπερέχεις ἀπὸ τὴν Πηνελ. - ἐέλδομαι˙ ε 210· - ῥαίω = συντρίβω, τσακίζω. - οἵνοψ πόντος˙ α 183. - τλήσομαι = θὰ τὸ ὑποφέρω (ρίζ. τλα τλη - τάλας ). - ταλαπενθής = καρτερικὸς εἰς τὰς συμφοράς. ( τάλα + πένθος ). - μογέω = ὑποφέρω ( μόγις - μοχθῶ ). - μετὰ τοῖσι = μαζὶ μ᾽ αὐτά, δηλ. τὰ ὅσα ὑπέφερα.
γ) - δμῳαί: ῏Ησαν κατώτεραι νύμφαι εἰς τὴν ὑπηρεσίαν τῆς Καλυψοῦς. Τό ὄνομα λαμβάνεται ἀπὸ τὸν ἀνθρώπινον βίον. Ἴδ. α 331. - ἀθάνατος τ’ εἴης: Οἱ θεοὶ εἶχον τὴν δύναμιν νὰ καθιστοῦν ἀθάνατον ἕνα προσφιλῆ εἰς αὐτοὺς θνητόν. Τὸ γεγονός, ὅτι ὸ Ὀδυσσεὺς δὲν συγκινεῖται ἀπὸ τὴν μεγάλην αὐτὴν ὑπόσχεσιν ἐξαίρει περισσότερον τὴν συζυγικὴν πίστιν καὶ τὴν φιλοπατρίαν του.
στ. 263 - 281
α) - τέτρατον = τεταρτον. - τῷ = αὐτῷ. - ἄρα = πλέον. - πέμπε = τὸν ἀπέστειλε, τὸν ἐπροβόδωσε. - εἶμα· ε 167. - ἀμφιέννυμι = ἐνδύω ( ἀμφίεσις ). - θυώδης = ἀρωματισμένος, ( τὸ θύος = τὸ ἄρωμα). - ἀμφιέσασα καὶ λούσασα· σχῆμα πρωθύστερον ἀντὶ λούσασα καὶ ἀμφιέσασα . - ἐν δέ = ἐντὸς τῆς σχεδίας. - τὸν ἕτερον = τὸν ἕνα. - ἕτερον δὲ = καὶ ἕνα ἄλλον, δηλ. ἀσκόν. - τὰ ᾖα˙ ἐφόδια, τρόφιμα διὰ τὸ ταξίδι ( ἤια, ἐκ τοῦ ρ. εἶμι ). - ὁ κώρυκος = δερμάτινος σάκκος. - ὄψα = προσφάγια, φαγώσιμα. - μενοεικής· ε 166. - οὖρος˙ ε 167. - προέηκεν˙ ρ. προΐημι = ἐξαπολύω, ἀφίνω. - ἀπήμων· τὸ ἐπίθ, μὲ ἐνεργ. σημασίαν = μὴ βλαβερός, εὐνοϊκός. - λιαρός = μαλακὸς, εὐχάριστος. - γηθόσυνος = χαρούμενος ( γηθέω ) - πηδαλιῳ˙ συναπτ. πρὸς τὸ ἥμενος - ἰθύνομαι = διευθύνω˙ ρ. μέσ. ὠφελ. - οὐδέ = καὶ δέν. - ὀψέ = ἀργά. - ἐπίκλησιν˙ αἰτ τοῦ κατά τι = κατ’ ἐπίκλησιν, μὲ ἄλλο ὅνομα. - αὐτοῦ = εἰς τὴν θέσιν, ὅπου εὑρίσκεται. - δοκεύω = παρακολουθῶ, παρατηρῶ. - οἴη˙ α 13. - ἄμμορος = ἀμέτοχος ( α + σμερ - μμορ - μοῖρα ). - ἀμορός ἐστι λοετρῶν = δὲν κάνει λουτρόν, δὲν βουτιέται. - τὴν· ἀντὶκμ. τοῦ ἔχοντα. - ἄνωγα· α 269, ε 139. - ποντοπορεύομαι = ταξιδεύω εἰς τὴν ἀνοικτὴν θάλασσαν. - ὀκτωκαιδεκάτη· ἐνν. ἡμέρᾳ ἀντὶ ἤματι . - σκιόεντα· κατηγορμ. = ὡς σκιά. - ὅθι = εἰς τὸ σημεῖον τῆς ξηρᾶς, ὅπου... - ἄγχιστον· ἐπίρρημα ἄγχι· α 157. - πέλεν = ἦν. - εἴσατο· εἴδομαι = φαίνομαι · εἴσατο · ὑποκμ. τὰ ὄρη. - ὡς ὅτε = ὅπως κάποτε, ἐνν φαίνεται. - τὸ ῥινὸν = ἡ ἀσπίς. - ἐν ἡεροειδέι πόντῳ· συναπτ. πρὸς τὸ εἴσατο . Ἡ γῆ τῶυ Φαιάκων ἐφάνη μακρυὰ εἰς τὸν ὀμιχλώδη ὁρίζοντα ὡς ὀμφαλωτὴ ἀσπίς, διότι τὰ ὄρη της ἐσχημάτιζαν ἐλαφρὰν καμπύλην.
γ) - Πληιάδες : Αἵ πλειάδες εἶναι 7 ἀστέρες ἀποτελοῦσαι τὸν ὁμώνυμον ἀστερισμόν. Ἐπειδὴ ἡ ἐπιτολή των γίνεται κατὰ τὸ θέρος, ἦτο ἀστερισμὸς γνωστότατος εἰς τοὺς ναυτιλλομένους, διότι τὰ ταξίδια ἑγίνοντο συνήθως κατὰ τὴν ἐποχὴν αὐτήν. - ὁ Βοώτης: Ἀστερισμὸς τοῦ Ἀρκτούρου, τοῦ ὁποίου ὁ λαμπρότερος ἀστὴρ φαίνεται κατὰ τὴν διεύθυνσιν τῆς οὐρᾶς τῆς Μ. Ἄρκτου, ἀλλ’ εἰς ἀπόστασιν τινα ἀπ’ αὐτῆς. - Ἄρκτος: Ὁ γνωστὸς ἀστερισμὸς τῆς Μ. Ἄρκτου, ὅστις διὰ τὸ σχῆμά του ἐκαλεῖτο καὶ Ἅμαξα. Εἰς τοὺς κατοίκους τοῦ βορείου ἡμισφαιρίου εἶναι πάντοτε ὁρατὸς καὶ διὰ τοῦτο ὁ ποιητὴς λέγει, ὄτι δὲν λούεται ποτέ, ἤτοι δὲν δύει ποτἐ εἰς τὸν ὡκεανόν. - Ὠρίων: Εἰς τὸν ἀστερισμὸν αὐτὸν ἀνήκει ὁ λαμπρότερος τῶν ἀπλανῶν ἀστέρων, ὁ Σείριος, ὅστις λέγεται καὶ Κύων. Κατὰ τὴν ἐπιτολὴν τοῦ ἀστερισμοῦ τούτου, ἀρχὰς Ἰουλίου, ἀρχίζουν τὰ κυνικὰ καύματα. - Ὠκεανός: Ἡ μεγάλη ἔκτασις τῶν ὑδάτων εἰς τὸ βάθος τοῦ ὁρίίζοντος.
1. Ἀναγνωρίσατε ἕως ποῦ εἶχαν φθάσει αἱ ἀστρονομικαὶ γνώσεις κατὰ τοὺς ὁμηρικοὺς χρόνους.
2. Πρὸς ποίαν διεύθυνσιν πλέει ὁ Ὀδυσσεύς, ἐφόσον ἔχει ἀριστερὰ τὴν Μ. Ἄρκτον.
στ - 282 - 312
α) 282 - 290 - τὸν δὲ ἴδε· ἀντίθ = ἀλλὰ τὸν εἶδε. - ἀνιών· α 259. - κρείων· α 45. - ἐνοσίχθων· α 74. - τηλόθεν· α 30. - Σολύμων = χώρα τῶν Σολύμων. - εἴσατο· ε 281. εἴσατο οἱ = ἐφάνη εἰς αὐτόν, τὸν διέκρινε. - ἐπιπλώω πόντον = πλέω ἐπὶ τοῦ πόντου. - χώομαι· ε 215. - κηρόθι . δοτ. τοπ. = εἰς τὴν καρδίαν. ἐχώσατο κηρόθι μᾶλλον = ἤναψε μέσα του περισσότερον ὁ θυμός. - κάρη· α 90. - προτὶ = πρός · μυθήσατο προτὶ ὅν θυμὸν = εἶπεν ἀπὸ μέσα του. - ὥ πόποιπώ! πώ! ἐπιφών. ἀγανακτήσεως. - ἦ μάλα δὴ = ἀναμφιβὁλως λοιπόν. - μετεβούλευσαν ἄλλως = μετέβαλον γνώμην καὶ ἄλλα ἀπεφάσισαν. - ἀμφ’ Ὀδυσσῆι· α 48. - ἐμεῖο = ἐμοῦ. - καὶ δὴ = καὶ νά. - σχεδὸν = πλησίον (ἔχω). - πεῖραρ - ατος = σχοινίον, παγίς. - ὀιζύς - ύος = συμφορὰ ( ὀιζυρὸς ). - ἤ μιν ἱκάνει = ἡ ὁποία ἔπεσεν ἐπάνω του, ἡ ὁποία τοῦ ἦλθε. - ἀλλ’ ἔτι μέν· σειρὰ λέξ.: ἀλλὰ φημι μὲν ἐλάαν μιν ἅδην κακότητος. Τὸ μὲν βεβαιωτ. = ἀλλὰ πάντως. Τὸ ἔτι συναπτ. πρὸς τὸ ἐλάαν· μέλλ. ἀπαρέμφ. τοῦ ἐλαύνω = θὰ τὸν σπρώξω ἀκόμα. - ἄδην = ἀρκετά, μὲ τὸ παραπάνω. - κακότης = δυστυχία.
291 -298 - ἑλών· ρ. αἱρῶ = πιάνω. - ὀροθύνω = ἐξεγείρω ( ἐρέθω, ἐρεθίζω ). - ἄελλα = ὁρμητικὸς ἄνεμος, θύελλα ( ἄημι· - πνέω ). - συν κάλυψεν = ἐκάλυψεν ἐξ ὁλοκλήρου. - ὀρώρει νὺξ = ἀποτόμως ἐπῆλθε τὸ σκότος ( ὄρνυμαι · α 347). - σὺν - ἔπεσον = ἔπνευσᾳν συγχρόνως. - δυσαὴς = ἐναντίος (ἄνεμος), ἀνάποδος (δυσ - ἄημι · ε 292). - αἰθρηνενέτης = ὁ ἑκ τοῦ αἰθέρος γεννηθείς, αἰθερογέννητος. Ἐπίθ. τοῦ Βορρᾶ. - κυλίνδω = κυλίω. - λύτο· ἔλυτο, ἐλύμην μέσ. ἀόρ. μὲ παθ. σημασ. = ἐλύθησαν - ὀχθήσας· τροπ. μτχ. = μὲ πικρίαν. - μεγαλὴτωρ θυμὸς = μεγαλόφρων ψυχή.
299 - 312. - δειλός· δείλαιος = δυστυχής. - νύ· α 32. - μήκιστα ὑπερθ. ἑπίρρ. τοῦ μακρὸς = εἰς τὸ ἔσχατον ὅριον. - τί νὺ μοι μήκιστα νένηται = ἐπὶ τέλους ἕῳς ποῦ θὰ φθάσῃ ἡ συμφορά μου; - δείδω = φοβοῦμαι (ἀρχ. ἐνεστ. τοῦ δέδοικα ). - μὴ δὴ = μήπως ἀλήθεια. - νημερτὴς = σωστός. - μέ· ὑποκμ. τοῦ ἀναπλήσσειν. - ἄλγεα ἀναπλήσειν. πρβλ. ε 207: κήδεα ἀναπλήσειν. - τὰ δὲ δὴ = καὶ αὐτὰ ἀκριβῶς. - οἵοισιν νεφέεσσι = μὲ πόσον φοβερὰ νεφη! - περιστέφει = στεφανώνει, γεμίζει γύρω. - ἐπισπέρχω = ἐνσκῄπτω ὁρμητικῶς. - σῶς ( σόος ) = ἀσφαλής, ἀναπόφευκτος. - αἰπὺς ὄλεθρος· α ΙΙ. - μάκαρ· αρος = καλότυχος. - χάριν φέρω = προσφέρω χάριν. - ὡς δὴ ἐγὼ = ἔτσι καὶ ἐγὼ βέβαια. - ὄφελον θανέειν = εἴθε νὰ ἐφονευόμην. - ἐπισπεῖν· ἐφέπω = ἀναζητῶ καὶ εὑρίσκω. - πότμον ἐπισπεῖν = νὰ εὕρω τὸν θάνατόν μου ( πότμος = ἡ μοῖρα τοῦ θανάτου). - χαλκήρεα· σ 262. - περὶ Πηλεΐωνι θανόντι = γύρω ἀπὸ τὸν νεκρὸν τοῦ Πηλείδου, ἤτοι τοῦ Ἀχιλλέως. - τῷ = τότε· α239. - κτέρεα· α 291. - ἄγω κλέος τινὸς = διαδίδω τὴν φήμην τινὸς, δοξάζω. - λευγαλέος = οἰκτρὸς. - εἵμαρτο = ἦτο τὸ τυχερόν μου ( μείρομαι, μόρος ). - ἁλῶναι· ρ. ἁλίσκομαι = νὰ ἀφανισθῶ, νὰ πεθάνω.
β) - Σχηματισμὸς μέσου ἀορ. τοῦ ρ. λύω ἄνευ τοῦ - σα: λύμην - λύτο - Ἀνώμαλος κλίσις τοῦ ὀνόματ. δόρυ: γεν. δουρὸς, πληθ. δοῦρα .
γ) - Σόλυμοι: Λαὸς πολεμικὸς κατοικῶν εἰς τὴν Λυκίαν τῆς Μ. Ἀσίας. - τρίαινα: Κοντάρι καταλῆγον εἰς τρεῖς αἰχμάς. Τὸ ὅπλον τοῦ Ποσειδῶνος. - χάριν Ἀτρεΐδῃσι φέροντες: Ὁ ποιητὴς παριστᾷ, ὅτι οἱ ἄλλοι ἕλληνες ἡγεμόνες ἔλαβον μέρος εἰς τὸν Τρωικὸν πόλεμον χάριν τῶν Ἀτρειδῶν, τῶν ὁποίων προσεβλήθη ἡ οἰκογένειακὴ τιμὴ μέ τὴν ἁρπαγὴν τῆς Ἐλένης. - περὶ Πηλεΐωνι θανόντι: Ὁ ὑιὸς τοῦ Πηλέως καὶ τῆς Νηρηίδος Θέτιδος ἀχιλλεὺς Ἦτο ὁ γενναιότερος ἀπὸ τοὺς ἥρωας τοῦ Τρωικοῦ πολέμου. ᾽Εβασίλευεν εἰς τοὺς Μυρμιδόνας ἐν φθίᾳ καὶ ἐφονεύθη κατὰ τὸ τελευταῖον ἔτος τοῦ πολέμου ὑπὸ τοῦ Πάριδος, ὅστις ἐτόξευσεν αὐτὸν εἰς τὴν πτέρναν, τὸ μόνον τρωτὸν μέρος τοῦ σώματός του. Οἱ Τρῶες συνῆψαν κρατεράν μάχην πρὸς τοὺς Ἀχαιούς, διὰ νὰ κρατήσουν τὸν νεκρόν, ἀλλὰ ὁ Ὀδυσσεὺς καὶ ὁ Αἵας κατώρθωσαν νὰ τὸν πάρουν εἰς τὸ στρατόπεδον τῶν Ἀχαιῶν.
στ. 313 - 332
α) - ἔλασεν · ἐλαύνω σπρώχνω - κατ’ ἄκρης · ἀπὸ ὑψηλά· ὁ Ὀδυσσεὺς καθήμενος εἰς τὴν χαμηλὴν σχεδίαν βλέπει τὰ κύματα ὑψηλά. - ἐπεσσύμενον - ὁρμητικὸν ( ἐπισσεύομαι = ὁρμῶ ε 51). - περὶ ἐλέλιξεν = ἐστριφογύρισε. ρ. ἐλελίζω. - προέηκε χειρῶν = ἄφησε νὰ ξεφύγῃ ἀπὸ τὰ χέρια του. ρ. προΐημι. - μισγομένων ἀνέμων = συγκρουομένων ἀνέμων. - ἔαξεν · ρ. ἄγνυμι = θραύω· ὑποκμ. ἡ θύελλα. - τὸ σπεῖρον = τὸ ἱστίον ( σπείρω = τυλίσσω, σπεῖρα, σπάργανον ). - ἐπίκριον = ἡ κεραία ἀπὸ τὴν ὁποίαν προσαρτᾶται τὸ ἱστίον, ἀντένα. - θῆκε ὑπόβρυχα = τὸν ἕκαμε νὰ μείνῃ κάτω ἀπὸ τὴν ἐπιφάνειαν τοῦ νεροῦ ὑποκμ. ἡ θύελλα τῶν ἀνέμων. - αἶψα μάλα = εὐθὺς ἀμέσως. - ἀνσχεθέειν = ν’ ἀναδυθῇ· ἀνέσχον = ἀνέσχεθον. - ὑπὸ ὁρμῆς = πιεζόμενος ἀπὸ τὴν ὁρμήν. - πόρε = ἔδωσε· ἔπορον (ρίζ. πορ, πορίζω ). - ὀψὲ δὲ δή = ἀργὰ τέλος πάντων. - κρατός γεν. τοῦ κάρη α 90. - κελαρύζω · λέξ. ἠχοποίητος ἀποδίδουσα τὸν κρότον τοῦ νεροῦ, ὅταν στάζῃ πολύ. - οὐδ’ ὥς = οὕτε εἰς αὐτὴν τὴν δεινὴν θέσιν του. - ἐπελήθετο· α 57. - τειρόμενός περ = παρ’ ὅλην του τὴν ἐξάντλησιν. - μεθορμηθεὶς = ὁρμήσας πρὸς τὴν σχεδίαν. - λαμβάνομαί τινος = πιάνομαι ἀπὸ κάτι. - ἀλεείνων = προσπαθῶν νὰ ξεφύγῃ, ἀποπειρατ. ἐνεστ. - φορέω = φέρω. - κατὰ ῥόον = κατὰ τὴν φορὰν τῶν κυμάτων. - ὀπωρινὸς = φθινοπωρινὸς ( ὀπώρη = ἡ ἐποχὴ τῶν ὀπωρῶν, τὸ τέλος τοῦ θέρους). - ἄμ = ἀνά. - ἔχονται πρός ἀλλήλῃσιν = εἶναι κολλημέναι, μπερδεμέναι ἡ μία μὲ τὴν ἄλλην. - προβάλεσκε· θαμιστ. τοῦ προβάλλω = τὴν ἄφινε καὶ τὴν ξανάφινε. - φέρεσθαι. ὑποκμ. Βορέην . ὁ Νότος ἄφινε συχνὰ τὴν σχεδίαν νὰ τὴν παρασύρῃ ὁ Βορρᾶς. - εἴξασκε· θαμιστ. τοῦ εἴκω = συχνὰ ὑποχωρῶ. Ὁ Εὖρος ὑπεχώρει εἰς τὸν ἀντίθετον ἄνεμον τὸν Ζέφυρον. - διώκειν · ὑποκμ. Ζέφυρον = νὰ τὴν ὠθῇ ὁρμητικῷς.
γ) - ὡς δ’ ὅτε ὀπωρινὸς Βορέης: Πολλάκις ὁ Ὅμηρος, ὅταν περιγράφῃ, πρόσωπα ἢ πράγματα, μεταχειρίζεται εἰκόνας καὶ παρομοιώσεις. Τὸ σχῆμα τοῦτο τοῦ λόγου εἶναι συνηθέστατον καὶ εἰς τὴν νεοελληνικὴν ποίησιν καὶ ἐν γένει εἰς τὸν γραπτὸν λόγον. Ἀλλ’ εἰς ἐποχήν κατὰ τὴν ὁποίαν ἡ φαντασία ἦτο ζωηροτέρα, οἱ ποιηταὶ μετεχειρίζοντο εἰκόνας τολμηρὰς καὶ ἀφελεῖς, αἱ ὁποῖαι ἀφὴνουν ἀνεξάλειπτον ἐντύπωσιν.
1. Ἐκτιμήσατε τὴν παραστατικότητα τῆς εἰκόνος τῶν στίχων 328 - 330.
στ. 332 - 355
α) - τὸν δὲ ἴδεν· τὸ δὲ ἐναυτιωμ. = ἀλλά, ἐνῷ εὑρίσκετο εἰς τόσον ἀπελπιστικὴν θέσιν, τὸν εἶδε. - καλλίσφυρος = ἡ ἔχουσα ὡραῖα σφυρὰ = ἀστραγάλους. - βροτός· ὁ καὶ ἡ βροτός. - αἰδήεις - εσσα - εν = ὁμιλῶν μὲ ἀνθρωπίνην φωνήν. - ἐξ ἔμμορε τιμῆς θεῶν = ἐπῆρε θεϊκὴν τιμήν, συγκατελέγη μεταξὺ τῶν θεῶν ρ. μείρομαι = λαμβάνω μέρος. - ἀλῶμαι = περιπλανῶμαι. - ἄλγε’ ἔχοντα· συναπτ. πρὸς τὸ ἀλώμενον διότι ὑπέφερε τόσον εἰς τὴν παραπλάνησίν του. - πολύδεσμος· ε 33. - κάμμορε· ε 160. - ὠδύσατο · α 62. - ἑκπάγλως = σφοδρῶς. - ὅτι τοι φυτεύει = ἀφοῦ σοῦ προξενεῖ. Ἡ πρότασ. αἰτιολογεῖ τὴν σκέψιν τῆς θεᾶς, ὅτι ὁ Ποσ. εἶναι φοβερὰ ὠργισμένος κατὰ τοῦ Ὀδυσ. - οὐ μέν δή = ἀλλὰ πάντως δὲν... - καταφθίω μτβ. = ἀφανίζω. - μενεαίνω = ἐπιθυμῶ σφοδρῶς ( μένος = ἐπιθυμία σφοδρά ). - μάλ’ ὧδε - ἀκριβῶς ἔτσι. - ἔρξαι· ἀπαρέμφ. ὡς προστακτ. ἔρδω· α 293. - ἀπινύσσω = ἐνεργῶ ἀνοήτως. - οὐκ ἀπινύσσω = πράττω ὀρθῶς ( ἀπίνυτος = ἀσύνετος - α + πινυτός ). - κάλλιπε = κατέλιπε. - νέω = πλέω, κολυμβῶ - ἐπιμαίομαι = τείνω, ἐπιδιώκω. - νόστος· ἐδῶ εἰς τὴν ἀρχαιοτέραν σημ. = ἄφιξις. - ἐπιμαίεο νόστοου = κύτταξε νὰ φθάσῃς. - ἀλύξαι· ἀλύσκω = διαφεύγω τὸν κίνδυνον, σῴζομαι - τῇ· δεικτ. ἐπίρρ. = ἱδού, πάρε ἐδῶ. - κρήδεμνον· α 334. - τανύω = ἁπλώνω. - ἄμβρὸτον = θεϊκόν, ποὺ ἔχει θεϊκὴν δύναμιν. - οὐδὲ... δέος· (ἐστὶ) = καὶ δὲν ὑπάρχει φόβος. - ἐφάψεαι· ἐφάπτομαι = ἐγγίζω, πιάνω ἀόρ. ὑποτακτ. - ἄψ = πάλιν. - βαλέειν· ἀπαρέμφ. ὡς προστακτ. βάλλω = ρίπτω. - πολλὸν ἀπὸ = πολὺ μακρυὰ ἀπό. - ἀπονόσφι τραπέσθαι = νὰ γυρίσῃς καὶ ν’ ἀπομακρυνθῇς. - ἠ αἴθυια = πτηνὸν θαλάσσιον νεοελλ: βουταναριά, καραμπατάκι.
γ) - Ἰνῶ: ῏Ητο ἡ θυγάτηρ τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας. Εἶχε σύζυγον τὸν Ἀθάμαντα, ὁ ὁποῖος ἔπαθε μανίαν καὶ ἐφόνευσε τὸν ἕνα ἀπὸ τοὺς δύο υἱούς του τὸν Λέαρχον. Ἡ Ἰνὼ φεύγουσα μετὰ τοῦ ἄλλου τέκνου της, τοῦ Μελικέρτου, κατεδιώχθη ἀπὸ τὸν Ἀθάμαντα καὶ ἐρρίφθη εἰς τὴν Κορινθιακὴν θάλασσαν μαζὶ μὲ τὸ παιδί της. Ἔκτοτε ἔγινε θαλασσία θεά, ἡ Λευκοθέα, καὶ ἐθεωρεῖτο προστάτης τῶν ναυτιλλομένων. Ἐπίσης ὁ υἱὸς αὐτῆς Μελικέρτης ἐλατρεύετο ἀπὸ τοὺς κατοίκους τοῦ Ἰσθμοῦ ὡς θαλάσσιος θεὸς ὑπὸ τὸ ὄνομα Παλαίμων. - καλλίσφυρος: Ἡ ἐπικὴ ποίησις ἐξαίρει συνήθως ἕνα ἀπὸ τὰ χαρακτηριστικὰ τῆς καλλονῆς καὶ μεταχειρίζεται ἑκάστοτε διάφορα ἐκφραστικὰ ἐπίθετα. Πρβλ. ἐυπλόκαμος νύμφη γλαυκῶπις Ἀθήνη, καλλίσφυρος ᾽Ινὼ κ. ἄ.
στ. 354 - 387
α) 354 - 364 - μερμηρίζω = ἀνακινῶ εἰς τὸν νοῦν μου, συλλογίζομαι, (ρίζ. μερ = μέριμνα ). - 355 βλ. στ. 298 · - ὤ μοι ἐγὼ = ἀλλοίμονο εἰς ἐμέ. - μὴ τις... ἐνδοιαστ. πρότ. ἐκ νοουμένου ρήματος ( δέδια ). - ὑφαίνω δόλον = πλέκω, ἐτοιμάζω δόλον· - ὅτε = ἐφόσον. - οὐ μάλα = συναπτ. πρὸς τὸ πείσομαι = ἀλλὰ δὲν θὰ ὑπακούσω ἐντελῶς, ἐνν. εἰς, τὴν συμβουλὴν τῆς Λευκοθέας. - ἑκὰς = μακρὰν. - γαῖαν = τὴν γῆν, τὴν πεπρωμένην γῆν · - φύξιμον εἶναι· φευκτὸν εἶναι = ὅτι δύναμαι νὰ σωθῶ. - μαλ’ ὧδ᾽ ἔρξω· ε.342. - ὄφρ’ ἄν· τὸ ἄν ἀοριστολογ. = ἕως ἄν. - ἀρήρῃ· πρκμ. ὑποτ. τοῦ ἀραρίσκω = ἁρμόζω - ἁρμονία = τὸ μέρος ὅπου συναρμόζονται τὰ ξύλα, κλείδωσις. - ἀρήρῃ κεν ἁρμονιῃσιν = ἀντέχουν τὰ ξύλᾳ τῆς σχεδίας εἰς τὰς κλειδώσεις των. - τόφρα = ἕως τότε. - τλήσομαι· ε 222. - διὰ τινάσσω = διαλύω. - νήχομαι· νέω ε 344. - οὐ πάρα (μοι)· οὐ πάρέστι = δὲν ὑπάρχει δι’ ἐμέ, δὲν ἔχω.
365 - 379 - ἧος = ἕως. - ὁρμαίνω κατὰ φρένα καὶ κατὰ λυμὸν = γυρίζω μίαν σκέψιν εἰς τὸν νοῦν μου. - ὦρσεν ἐπὶ = ἐσήκωσε κατ’ ἐπάνω ( ὄρνυμι ). - ἀργαλέος· ε 175. - κατηρεφὴς = κυρτούμενος πρὸς τὰ κάτω. - ἤλασε· ε 313. - ζαὴς = σφοδρῶς πνέων ( ἐπιτατ. ζα + ἄημι ). - τὰ ἤια = ψιλὰ ἄχυρα. - ὁ θημὼν = ἡ θημωνιά. - καρφαλέος = ξηρὸς ( κάρφος = ξηρὰ καλάμη σιτηρῶν). - διασκεδάννυμι = σκορπίζω. Ἐδῶ ὁ ἀόρ. εἶναι γνωμικὸς καὶ ἐξηγ. ὡς ἐνεστὡς = συνήθως τὰ σκορπίζει. - ἄλλυδις ἄλλῃ = ἀπ’ ἐδῶ κι’ ἀπ᾽ ἐκεῖ. Πρβλ. ε 71. - τῆς = αὐτῆς, δηλ. τῆς σχεδίας. - ἀμφί βαῖνε = ἔβαινε ἐπί. - κέλης - τος = ἵππος ταχὺς τῶν ἱπποδρομιῶν. - ὡς ἑλαύνων = ὡς νὰ ἵππευε. - ἐξαπέδυνε = ἔβγαλε καὶ πέταξε ἀπὸ πάνω του. - τάνυσσεν· ε 346. - ἅλς - ἁλὸς = θάλασσα. - κάππεσε· = ἔρριψε πρὸς τὰ ἐμπρὸς τὸ σῶμα του. - πετάννυμι = ἁπλῶνω. - μεμαὼς = ἐπιθυμῶν, μὲ τὴν πρόθεσιν νὰ..... · μέμονα · πρκμ. μὲ σημασίαν ἐνεστ. - κρείων· α 45. - 376 βλ. 285. - ἀλόω· προστκ. τοῦ ἀλῶμαι · ε 336. - εἰς ὅ κεν = ἕως ὅτου. - διοτρεφεῖς ἄνθρωποι = οἱ ἀνατραφέντες ὑπὸ τοῦ Διός, θεῖοι ἄνθρωποι. Πρβλ. ε 35 ἀγχίθεοι Φαίηκες . - μείγνυμι = ἔρχομαι εἰς ἐποικοινωνίαν, συναντῶ. - ἀλλά.... κακότητος = σειρὰ λέξ.: ἀλλ’ ἔολπα οὐδ’ ὥς σὲ ὀνόσσεσθαι κακότητος. - ἔολπα· πρκμ. μὲ σημ. ἐνεστ. = ἐλπὶζω. ( ἔλπομαι ). - ὄνομαι = ἐπιπλήττω, παραπονοῦμαι· - δὲν θὰ παραπονεθῆς ὅτι ἡ δυστυχία σού εἶναι ὀλίγη.
380 - 387 - ἵμασε· ρ. ἱμάσσω = κτυπῶ μὲ τὴν μάστιγα. - καλλίτριχες· καλλίθριξ = μὲ ὡραῖον τρίχωμα. - οἱ· δοτ. κτητ. - ἔασιν = εἰσί - ἄλλα ἐνόησεν = ἔκαμε ἄλλην σκέψιν. - ἦ τοι = πράγματι. - κατέδησε κελέυθους = ἔκοψε τὸν δρόμον. - εὐνάζομαι = κοιμῶμαι, ἡσυχάζω. - ὧρσε ἐπὶ = ἐξαπέστειλεν εἰς τὰ νῶτα τοῦ Ὀδυσ. - κραιπνὸς = γοργός, ταχύς. - πρὸ = ἐμπροσθεν αὐτοῦ. - ἔαξεν˙ ἄγνυμι ˙ ε 316. - φιλήρετμος˙ α 181. - κήρ - κηρὸς = ἡ μοῖρα τοῦ θανάτου. - ἀλύξας˙ ἀλύσκω ˙ ε 345.
β) - Σχηματισμὸς γ’. πληθ. τοῦ εἰμί: ἔασι.
γ) - διοτρεφεῖς καὶ διογενεὶς: Λέγονται συνήθως οἱ βασιλεῖς, ὡς γεννηθέντες ἀπὸ τόν Δία, ἀπὸ τὸν ὁποῖον ἔλαβον καὶ τὴν βασιλικὴν ἐξουσίαν. ᾽Εδῶ ἔχει γενικωτέραν σημασίαν καὶ ἐκφράζει τὴν εὐγενῆ καταγωγὴν καὶ τὴν ὑπεροχὴν τοῦ λαοῦ τῶν Φαιάκων. - εἰς ὅ κεν μιγήῃς: Ὁ Ποσειδῶν δέν δύναται νὰ ἀκυρώσῃ τὴν ἀπόφασιν τῆς εἰμαρμένης νὰ σωθῇ ὁ Ὀδυσ. εἰς τὴν γῆν τῶν Φαιάκων. Ἐκεῖνο, ποὺ ἐξαρτᾶται ἀπ’ αὐτόν, εἶναι νὰ τὸν βασανίσῃ ὅσον τὸ δυνατὸν περισσότερον. - καλλίτριχας ἵππους: Ὁ Ποσ. διαπλέει τὴν θάλασσαν ἐποχούμενος εἰς μεγαλοπρεπἐς ἅρμα. - Αἰγαὶ: μικρὰ πόλις τῆς Ἀχαΐας, περίφημος διὰ τὸν ἐν αὐτῇ ναὸν τοῦ Ποσειδῶνος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Ο ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ σας γνωστοποιεί ότι είναι ευπρόσδεκτες τυχόν αναφορές προβλημάτων, ιδέες σχετικά με λειτουργίες του ιστοτόπου και γενικά σχόλια. Στο "ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ" εν γένει ο καθένας έχει το δικαίωμα να εκφράζει ελεύθερα τις απόψεις του. Ωστόσο, αυτό δεν σημαίνει ότι υιοθετούμε τις απόψεις αυτές και διατηρούμε το δικαίωμα να μην δημοσιεύουμε συκοφαντικά ή υβριστικά σχόλια όπου τα εντοπίζουμε. Σε κάθε περίπτωση ο καθένας φέρει την ευθύνη των όσων γράφει και το www.filologos-hermes.info ουδεμία νομική ή άλλη ευθύνη φέρει.