Π. Ν. ΔΗΜΟΠΟΥΛΟΥ
ΑΓΓΕΛΟΣ
Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, 1155
οὐκ ἔσθ᾽ ὁποῖον στάντ᾽ ἂν ἀνθρώπου βίον
οὔτ᾽ αἰνέσαιμ᾽ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντ᾽ ἀεί·
καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. 1160
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς 1165
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημ᾽ ἐγὼ
ζῆν τοῦτον, ἀλλ᾽ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατ᾽ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμ᾽ ἔχων· ἐὰν δ᾽ ἀπῇ
τούτων τὸ χαίρειν, τἄλλ᾽ ἐγὼ καπνοῦ σκιᾶς 1170
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
ΧΟ. τί δ᾽ αὖ τόδ᾽ ἄχθος βασιλέων ἥκεις φέρων;
ΑΓ. τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
ΧΟ. καὶ τίς φονεύει; τίς δ᾽ ὁ κείμενος; λέγε.
ΑΓ. Αἵμων ὄλωλεν· αὐτόχειρ δ᾽ αἱμάσσεται. 1175
ΧΟ. πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
ΑΓ. αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
ΧΟ. ὦ μάντι, τοὔπος ὡς ἄρ᾽ ὀρθὸν ἤνυσας.
ΑΓ. ὡς ὧδ᾽ ἐχόντων τἄλλα βουλεύειν πάρα.
ΧΟ. καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ 1180
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
ΕΥΡΥΔΙΚΗ
ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
ὅπως ἱκοίμην εὐγμάτων προσήγορος. 1185
καὶ τυγχάνω τε κλῇθρ᾽ ἀνασπαστοῦ πύλης
χαλῶσα καί με φθόγγος οἰκείου κακοῦ
βάλλει δι᾽ ὤτων· ὑπτία δὲ κλίνομαι
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι
ἀλλ᾽ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε· 1190
κακῶν γὰρ οὐκ ἄπειρος οὖσ᾽ ἀκούσομαι.
ΑΓ. ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
τί γάρ σε μαλθάσσοιμ᾽ ἂν ὧν ἐς ὕστερον
ψεῦσται φανούμεθ᾽; ὀρθὸν ἁλήθει᾽ ἀεί. 1195
ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
πεδίον ἐπ᾽ ἄκρον, ἔνθ᾽ ἔκειτο νηλεὲς
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
Πλούτωνά τ᾽ ὀργὰς εὐμενεῖς κατασχεθεῖν 1200
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν. 1205
φωνῆς δ᾽ ἄπωθεν ὀρθίων κωκυμάτων
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
τῷ δ᾽ ἀθλίας ἄσημα περιβαίνει βοῆς
ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ᾽ ἔπος 1210
ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
ἆρ᾽ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
ἴτ᾽ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ 1215
ἀθρήσαθ᾽, ἁρμὸν χώματος λιθοσπαδῆ
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
φθόγγον συνίημ᾽ ἢ θεοῖσι κλέπτομαι.
τάδ᾽ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι 1220
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
τὸν δ᾽ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. 1225
ὁ δ᾽ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. 1230
τὸν δ᾽ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
ἕλκει διπλοῦς κνώδοντας. ἐκ δ᾽ ὁρμωμένου
πατρὸς φυγαῖσιν ἤμπλακ᾽· εἶθ᾽ ὁ δύσμορος
αὑτῷ χολωθείς, ὥσπερ εἶχ᾽, ἐπενταθεὶς 1235
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δ᾽ ὑγρὸν
ἀγκῶν᾽ ἔτ᾽ ἔμφρων παρθένῳ προσπτύσσεται.
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ 1240
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
ΧΟ. τί τοῦτ᾽ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. 1245
ΑΓ. καὐτὸς τεθάμβηκ᾽· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλ᾽ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθ᾽ ἁμαρτάνειν. 1250
ΧΟ. οὐκ οἶδ᾽· ἐμοὶ δ᾽ οὖν ἥ τ᾽ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
ΑΓ. ἀλλ᾽ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις, 1255
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
ΧΟ. καὶ μὴν ὅδ᾽ ἄναξ αὐτὸς ἐφήκει
μνῆμ᾽ ἐπίσημον διὰ χειρὸς ἔχων,
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
ἄτην, ἀλλ᾽ αὐτὸς ἁμαρτών. 1260
ΚΡ. στρ. α ΄ ἰὼ
φρενῶν δυσφρόνων ἁμαρτήματα
στερεὰ θανατόεντ᾽,
ὦ κτανόντας τε καὶ
θανόντας βλέποντες ἐμφυλίους.
ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. 1265
ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
αἰαῖ αἰαῖ,
ἔθανες, ἀπελύθης
ἐμαῖς οὐδὲ σαῖς δυσβουλίαις.
ΧΟ. οἴμ᾽ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. 1270
ΚΡ. οἴμοι,
ἔχω μαθὼν δείλαιος· ἐν δ᾽ ἐμῷ κάρᾳ
θεὸς τότ᾽ ἄρα τότε μέγα βάρος μ᾽ ἔχων
ἔπαισεν, ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς,
οἴμοι, λακπάτητον ἀντρέπων χαράν. 1275
φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
ΕΞΑΓΓΕΛΟΣ
ὦ δέσποθ᾽, ὡς ἔχων τε καὶ κεκτημένος,
τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δ᾽ ἐν δόμοις
ἔοικας ἥκειν καὶ τάχ᾽ ὄψεσθαι κακά. 1280
ΚΡ. τί δ᾽ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
ΕΞ. γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
ΚΡ. ἀντ. α ΄ ἰώ.
ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
τί μ᾽ ἄρα τί μ᾽ ὀλέκεις; 1285
ὦ κακάγγελτά μοι
προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
αἰαῖ, ὀλωλότ᾽ ἄνδρ᾽ ἐπεξειργάσω.
τί φής, παῖ; τίν᾽ αὖ λέγεις μοι νέον,
αἰαῖ αἰαῖ, 1290
σφάγιον ἐπ᾽ ὀλέθρῳ
γυναικεῖον ἀμφικεῖσθαι μόρον;
ΧΟ. ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.
ΚΡ. οἴμοι,
κακὸν τόδ᾽ ἄλλο δεύτερον βλέπω τάλας. 1295
τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
τάλας, τὸν δ᾽ ἔναντα προσβλέπω νεκρόν.
φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον. 1300
ΕΞ. ἡ δ᾽ ὀξυθήκτῳ βωμία περὶ ξίφει
λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ. 1305
ΚΡ. στρ. β ΄ αἰαῖ αἰαῖ,
ἀνέπταν φόβῳ. τί μ᾽ οὐκ ἀνταίαν
ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
δείλαιος ἐγώ, αἰαῖ, 1310
δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
ΕΞ. ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
πρὸς τῆς θανούσης τῆσδ᾽ ἐπεσκήπτου μόρων
ΚΡ. ποίῳ δὲ κἀπελύσατ᾽ ἐν φοναῖς τρόπῳ;
ΕΞ. παίσας ὑφ᾽ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως 1315
παιδὸς τόδ᾽ ᾔσθετ᾽ ὀξυκώκυτον πάθος.
ΚΡ. ὤμοι μοι, τάδ᾽ οὐκ ἐπ᾽ ἄλλον βροτῶν
ἐμᾶς ἁρμόσει ποτ᾽ ἐξ αἰτίας.
ἐγὼ γάρ σ᾽ ἐγὼ ἔκανον, ὢ μέλεος,
ἐγώ, φάμ᾽ ἔτυμον. ἰὼ πρόσπολοι, 1320
ἄγετέ μ᾽ ὅτι τάχιστ᾽, ἄγετέ μ᾽ ἐκποδών,
τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα. 1325
ΧΟ. κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
ΚΡ. ἀντ. β ΄ ἴσω ἴτω,
φανήτω μόρων ὁ κάλλιστ᾽ ἔχων
ἐμοὶ τερμίαν ἄγων ἁμέραν 1330
ὕπατος· ἴτω ἴτω,
ὅπως μηκέτ᾽ ἆμαρ ἄλλ᾽ εἰσίδω.
ΧΟ. μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ μέλειν
πράσσειν. μέλει γὰρ τῶνδ᾽ ὅτοισι χρὴ μέλειν 1335
ΚΡ. ἀλλ᾽ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
ΧΟ. μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
ΚΡ. ἄγοιτ᾽ ἂν μάταιον ἄνδρ᾽ ἐκποδών,
ὅς, ὦ παῖ, σέ τ᾽ οὐχ ἑκὼν κάκτανον 1340
σέ τ᾽ αὖ τάνδ᾽, ὤμοι μέλεος, οὐδ᾽ ἔχω
ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
λέχρια τἀν χεροῖν, τὰ δ᾽ ἐπὶ κρατί μοι 1345
πότμος δυσκόμιστος εἰσήλατο.
ΧΟ. πολλῷ τὸ φρονεῖν εὐδαιμονίας
πρῶτον ὑπάρχει. χρὴ δὲ τά γ᾽ εἰς θεοὺς
μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι 1350
μεγάλας πληγὰς τῶν ὑπεραύχων
ἀποτίσαντες
γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.
ΕΞΟΔΟΣ (1155 - 1352)
α΄) 1155 - 1182
Λεξιλογικαί.
δόμων · ἀνήκει καὶ εἰς τὸ Κάδμου, ἦσαν δὲ οἱ Θηβαῖοι πάροικοι, διότι κατῴκουν πλησίον τῆς ἀκροπόλεως Καδμεὶας τὴν ὁποίαν ἔκτισε μὲν ὁ Κάδμος, ὠχύρωσε δὲ ὁ Ἀμφίων. στάντα = ἐφ’ ὅσον ὑπῆρξε. αἰνέω-ῶ = ἐπαινῶ, μακαρίζω. μέμφομαι = κατακρίνω, ψέγω. ῾Η σύνταξις: οὐκ ἔστ’ ἀνθρώπου βίος τοιοῦτος, ὁποῖον στάντα οὔτ’ αἰνέσαιμ’ ἂν οὔτε μεμψαίμην ποτέ . βίον · ἐτέθη κατ’ αἰτιατικὴν καθ’ ἕλξιν πρὸς τὸ ὁποῖον. τύχη ὀρθοῖ - καταρρέπει , εὐτυχοῦντα-δυστυχοῦντα · σχῆμα χιαστόν. ὀρθόω-ῶ = ἀνορθώνω. καταρρέπω = κατακρημνίζω. τῶν καθεστώτων = τοῦ πεπρωμένου καὶ τῆς ἐκβάσεως αὐτοῦ. γάρ · ἐνῷ ὡμίλησε γενικῶς προηγουμένως, ἤδη εἰδικεύει διὰ τοῦ παραδείγματος τοῦ Κρέοντος· διὸ ἑρμηνευτέον τὸ γὰρ· ἐπὶ παραδείγματι. ὡς ἐμοὶ (ἐνν. ἐδόκει)= κατὰ τὴν γνώμην μου. παντελῆ = γενικῶς ὅλην. εὐθύνω = διοικῶ, κυβερνῶ. θάλλω= ἀκμάζω, εἶμαι εὐτυχής. τέκνων · ἐνν. τὸν Αἵμονα, διότι ὁ Μεγαρεὺς εἶχε θυσιασθῆ πρὸ πολλοῦ. Μέχρις ἐδῶ ἐκτίθεται ὑπὸ τοῦ ἀγγέλου ἡ δημοσία καὶ ἰδιωτικὴ εὐτυχία τοῦ Κρέοντος. ἀφεῖται = ἔχουν ἐξαφανισθῇ (ἡ βραχυλογία καὶ ὁ παρακείμενος δηλοῦσι τὸ ἀπότομον καὶ τετελεσμένον τῆς καταστροφῆς). ὅταν προδῶσι = ὅταν ἀφήσουν νὰ χαθοῦν. τίθημι = θεωρῶ, νομίζω. ἔμψυχον νεκρὸν (σχ. ὀξύμωρον)= ζωντανὸν νεκρόν. πλούτει καὶ ζῆ (-- =ζῆθι)· ἐτέθησαν προστακτικαὶ μὲ τὴν ἔννοιαν ἐναντιώσεως: ἔστω καὶ ἂν... τύραννον σχῆμα = βασιλικὸν ἀξίωμα. τὸ χαίρειν = ἡ χαρά, ἡ ἡδονή. τἄλλα · δηλ. τὸν πλοῦτον, τὴν τυραννικὴν ἐξουσίαν κτ.λ. σκιᾶς καπνοῦ · γεν. κατηγορηματικὴ (τοῦ τιμήματος)= ἀντὶ ἑνὸς τίποτε. πρὸς τὴν ἠδονὴν= ἐν συγκρίσει πρὸς τὴν χαράν. Βλέπομεν ὅτι ὁ ἄγγελος καθ’ ὅμοιον τρόπον, ὅπως καὶ ὁ φύλαξ (ἀπὸ τοῦ στίχ. 223 καὶ 338 καὶ ἑξῆς), ὁμιλεῖ διὰ γνωμολογιῶν καὶ φιλοσοφικῶν θεωριῶν, ὡσὰν ὀπαδὸς τῶν ἡδονικῶν φιλοσόφων, μὴ ὁμιλῶν περὶ τοῦ κυρίου θέματος, χάριν τοῦ ὁποίου ἦλθεν, ἀλλ’ ἁπλῶς νύξιν καὶ αὐτοῦ ποιούμενος. ἄχθος = λύπη, συμφορά. ῾Η σειρὰ τῶν λέξεων: τί δ’ αὖ ἐστι τοῦτο τὁ ἄχθος βασιλέων (περὶ τῆς βασιλικῆς οἰκογενείας), ὅ ἥκεις φέρων; τεθνᾶσι· μονολεκτικῶς καὶ ἀποτόμως λέγει τὸ πρᾶγμα παρὰ τὴν προηγουμένην ἀπεραντολογίαν του, ὅπως καὶ ὁ φύλαξ ἐν στίχ. 402 παρὰ τὴν ἀφόρητον προηγουμένως μακρολογίαν του εἶπεν ἀποτόμως: αὕτη τὸν ἄνδρα ἔθαπτε· πάντ ἐπίστασαι. καὶ τὶς φονεύει ; ὁ χορὸς κάμνει ταύτην τὴν ἐρώτησιν, διότι ἐκ τῆς λέξεως θανεῖν σχηματίζει τὴν ἀντίληψιν, ὅτι πρόκειται περὶ φόνου. ὁ κείμενος= ὁ φονευθείς. αἱμάσσομαι = χύνω τὸ αἷμά μου, φονεύομαι. αὐτὸς πρὸς αὐτοῦ = ὁ ἴδιος μὲ τὸ ἰδικόν του χέρι. φόνου · γεν. αἰτίας (ἐνν. τῆς Ἀντιγόνης). τοὔπος= τὸ μάντευμα. ὡς ἄρ’ ὀρθὸν ἤνυσας = πόσον λοιπὸν ἀληθὲς ἐξέφερες τὸ μάντευμά σου. ἐχόντων τῶνδε = τούτων οὕτως ἐχόντων (ὅπως τὰ ἐξέθηκα), . πάρα = πάρεστι= εἶναι δυνατόν. βουλεύειν = νὰ γίνῃ σκέψις καὶ περὶ τοῦ ἄλλου καθήκοντός σου (νὰ σπεύσης νὰ τὸ ἀναγγείλῃς καὶ εἰς τὴν Εὐρυδίκην). δάμαρ -τος = (ἐκ τοῦ δαμάω= δαμάζω=) σύζυγος. ὁμοῦ = πλησίον. ἤτοι κλύουσα παιδὸς = ἤ διότι ἤκουσε τὴν ἀγγελίαν περὶ τοῦ τέκνου της. τύχῃ = τυχαίως
Πραγματικαί.
Κάδμου πάροικοι ... ὁ Κάδμος, ὡς εἴπομεν, ἦτο ὁ πρῶτος ἱδρυτὴς τῆς Καδμείας, ἀκροπόλεως τῶν Θηβῶν. ῾Ο ἄγγελος ἐν ἀρχῇ ἀπευθύνει μετά τινος μεγαλοπρεπείας ἐπίσημον τρόπον τινὰ χαιρετισμὸν πρὸς τὸν χορόν, θέλων νὰ δείξῃ τὴν μεγάλην σοβαρότητα τῆς εἰδήσεως, ἣν φέρει πρὸς ἀνακοίνωσιν. Ἄμφίονος · οὗτος ἦτο υἱὸς τοῦ Διὸς κᾳὶ τῆς ᾽Ἀντιόπης, συζύγου τοῦ Λύκου, βασιλέως τῶν Θηβῶν, ἦτο δὲ ὁ πρῶτος πραγματικὸς οἰκιστὴς τῶν Θηβῶν. τύχη γὰρ ὀρθοῖ.. . ὁ ἄγγελος, ὡς βλέπομεν, ὁμιλεῖ ὡσὰν πιστὸς ὀπαδὸς τῆς ἰδέας περὶ τοῦ ἀστάτου τῆς τύχης εἰς τὰ ἀνθρώπινα καὶ τῶν ἡδονικῶν δογμάτων τῆς Κυρηναϊκῆς σχολῆς. Εὐρυδίκην · αὕτη ἔρχεται ἐκ τῆς μέσης πύλης τοῦ ἀνακτόρου, ἀκολουθουμένη ὑπὸ δύο θεραπαινίδων, ἐπὶ τῷ ἀκούσματι δὲ τοῦ: Αἵμων ὅλωλεν κατελήφθη ὑπὸ λιποθυμίας, συνελθοῦσα δὲ ἐξῆλθεν ἐν στίχ. 1180.
β΄) 1183 - 1243
Λεξιλογικαὶ.
ἐπαισθάνομαί τινος = ἀκούω τι. ἵνα ἱκοίμην προσήγορος εὐγμάτων = ἵνα προσελθοῦσα ἀπευθύνω εὐχάς. εὐγμάτων καὶ Παλλάδος· γεν. ἀντικειμ. ἐκ τοῦ προσήγορος. ἀνασπαστοῦ· (προληπτ. κατηγορ.)= ὥστε ἀνασπαστὸν γενέσθαι= ὥστε νὰ ἀνοιχθῇ. χαλῶ= χαλαρώνω, λύω. ὕπτιος (ἐκ τῆς ὑπὸ)= ὁ πρὸς τὰ ὀπίσω κλίνων· ἀντίθετον εἶναι τὸ πρηνής. δείσασα (ῤ. δέδοικα). πρὸς δμωαῖσι = εἰς τὰς χεῖρας (τὰς ἀγκάλας) τῶν θεραπαινίδων της. ἀποπλήσσομαι = λιποθυμῶ. ὅστις ἦν... πλαγ. ἐρωτ. πρότ. οὐκ ἄπειρος σχ. λιτότητος. παρὼν = αὐτόπτης μάρτυς ὤν. ἐρῶ κοὐδέν παρήσω· θετικῶς καὶ ἀρνητικῶς ἐξεφράσθη ἡ αὐτὴ ἔννοια. μαλθάσσω = παραμυθοῦμαι, παρηγορῶ. ποδαγὸς = ὁδηγός. πόσις= σύζυγος, νηλεὲς (νη - ἔλεος) - μὴ τυχὸν οἴκτου (καθόσον οὐδεὶς ἐτόλμα νὰ θάψῃ αὐτό) - αἰτῶ = παρακαλῶ. ἐνοδία θεὸς = ἡ ῾Εκάτη. εὐμενεῖς (ἐπιρ. κατηγ.) = εὐμενῶς (ἐξευμενισθέντες). ὀργὰς κατασχεθεῖν= νὰ κατάσχωσι, νὰ παύσωσι τὴν ὀργήν των (ἣν εἶχον, διότι ἔμενεν ἄταφος ἔτι ὁ νεκρὸς τοῦ Πολυνείκους). νεοσπὰς θαλλὸς = νεωστὶ ἀποκοπεὶς θαλλὸς (κλάδος ἐλαίας). ὅ δὴ= ὅ,τι βεβαίως ἐκ τοῦ πτώματος (τοῦ Πολυνείκους). συγκαταίθω = καίω ὅλα ὁμοῦ τὰ τεμάχια. ὀρθόκρανον = ὑψηλὸν. οἰκείας χθονὸς (γενικὴ τῆς ὕλης)= ἐκ τῆς πατρῴας, γενεθλίου γῆς. νυμφεῖον (κατ’ εὐφημ.)= νεκρικὸν θάλαμον. εἰσβαίνω = πηγαίνω διὰ νὰ εἰσέλθω. ὀρθίων κωκυμάτων = ὀξυφώνων θρήνων. ἀμφὶ ἀκτέριστον παστάδα = τὸν ἐστερημένον τῶν νενομισμένων νεκρικῶν τιμῶν νυμφικὸν θάλαμον. τῷ δὲ = περὶ τὰ ὦτα δὲ τούτου. περιβαίνει ἄσημα βοῆς = πλήττει δυσδιάγνωστος φωνή. μᾶλλον ἆσσον = ἔτι πλησιέστερον· τὸ μᾶλλον πλεονάζει. ἴησι = ἐκβάλλει. δυσθρήνητον ἔπος= λίαν θρηνώδη φωνήν. σαίνω = μαλακῶς πλήττω. ἴτ’ ἀσσον ὠκεῖς (πλεονασμ. διὰ νὰ δείξῃ τὴν μεγάλην σπουδήν). ἁρμὸν χώματος == ἄνοιγμα τάφου. λιθοσπαδῆ = γενόμενον δι’ ἀποσπάσεως λίθου. στόμιον = εἴσοδος ῾Η πλοκὴ τῶν λέξ.: ἀθρήσατε (ἀθρέω - ῶ), δύντες ἁρμὸν λιθοσπαδῆ χώματος, πρὸς αὐτὸ στόμιον= παρατηρήσατε, ἀφ’ οὗ (χωθῆτε) διεισδύσητε εἰς τὸ ἄνοιγμα τοῦ τάφου, τὸ σχηματισθὲν ἐξ ἀποσπάσεως λίθου, (καὶ προχωρήσητε) ἀκριβῶς ἕως εἰς αὐτὸ τὸ στόμιον. εἰ τὸ Αἵμονος ... βραχυλογία ἀντί: εἰ αὐτὸς ἐστιν ὁ φθόγγος (ἡ φωνὴ) τοῦ Αἵμονος, ὅν ἀκούω. κλέπτομαι = ἀπατῶμαι. ἄθυμος = ἦτο χωρὶς καρδ.ά, εἶχε χάσει τὸ ἠθικόν του. ἐν λοισθίῳ τυμβεύματι = εἰς τὸ ἐνδότατον μέρος τοῦ θολωτοῦ τάφου. βρόχος μιτώδης = βρόχος (θηλειὰ) ἀπὸ μίτους (κλωστές, λωρία). σινδὼν = λινοῦν ὕφασμα. καθημμένη (καθάπτομαι)= κρεμασμένη. τὸν δὲ (Αἵμονα) προσκείμενον ἀμφὶ μέσσῃ περιπετῆ= νὰ ἔχῃ, ἐναγκαλισθῇ αὐτὴν ἐκ τοῦ μέσου. εὐνῆς = τῆς μνηστῆς. ἀποιμώζω= θρηνῶ μεγαλοφώνως. φθορὰν = ἀπώλειαν. τῆς κάτω = ἡ ὁποία τώρα πλέον ἦτο κάτω εἰς τὸν ᾍδην. στυγνὸν = ἀπαισιως. δύστηνον λέχος= τὸν δυστυχῆ (κακότυχον) γάμον. ἐν τῷ (τίνι) ξυμφορᾶς (γεν. διαιρετ.) διεφθάρης ;= εἰς ποῖον βαθμὸν τυφλώσεως ἔχασες τὸν νοῦν σου; ὄσσοισι = ὀφθαλμοῖς. ἱκέσιος λίσσομαι = θερμοπαρακαλῶ. παπταίνω = προσβλέπω. διπλοῦς κνώδοντας= τοὺς δύο ἑκατέρωθεν τοῦ ξίφους κατὰ τὸ τέλος τῆς λαβῆς προέχοντας σιδηροῦς ὀδόντας· Ἐδῶ σημαίνει: τὸ ἀμφίστομον ξίφος. φυγαῖσιν = πρὸς φυγήν. ἀμπλακίσκω = ἀποτυγχάνω. αὑτῷ χολωθεὶς= ὀργισθεὶς καθ’ ἑαυτου (διὰ τὴν ἐπιχειρηθεῖσαν ἀνόσιον πρᾶξιν κατὰ του πατρός του). ὥσπερ εἶχε· δηλ. ἄνευ ἄλλης προπαρασκευῆς καὶ παρελεύσεως χρόνου. ἐπενταθεὶς = ἀνατείνας τὴν χεῖρα καθ’ ἑαυτοῦ. ἤρεισε= ὤθησε, ἐνεπεξε. μέσσον (κατηγ. τοῦ) ἔγχος = μέχρι τοῦ μέσου τοῦ ξίφους. ὑγρὸν = χαλαρόν, ἄτονον. ἔτ’ ἔμφρων = ἔχων ἀκόμη τὰς αἰσθήσεις του. φυσιῶ = φυσῶ, ἰσχυρῶς, ἀναπνέω δυνατά. ὀξεῖαν = ὁρμητικήν. φοινίου σταλάγματος = φονικοῦ αἵματος. τὰ νυμφικὰ τέλη λαχὼν = τελέσας τὴν γαμήλιον τελετήν. δείλαιος = ὁ δυστυχης. τὴν ἀβουλίαν (κατὰ πρόληψιν).
Πραγματικαί.
Παλλάδος θεᾶς· καὶ ἐδῶ ὁ Σοφοκλὴς, ὅπως καὶ εἰς ἄλλας περιπτώσεις, ἀναφέρει τὴν Παλλάδα Ἀθηναν, ἵνα περιποιηθῆ τοὺς Ἀθηναίους, πρὸ τῶν ὁποίων παίζεται τὸ δρᾶμα. κλεῖθρα ἀνασπαστοῦ · κλεῖθρα εἶναι οἱ δύο μοχλοὶ ἔσωθεν τῆς θύρας, εἷς ἐξ ἀριστερῶν καὶ εἷς ἐκ δεξιῶν, διὰ νὰ ἀνασπασθῇ δὲ (νὰ ἀνοιχθῇ) ἡ θύρα ἔπρεπε νὰ ἀποσυρθοῦν οἱ μοχλοί. οὐκ ἄπειρος (τί ἐννοεῖ διὰ τούτου;). ἐνοδία θεός , ἡ Ἑκάτη διέτριβεν εἰς τὰς ὁδούς τὰς τριόδους καὶ τοὺς τάφους, διὸ καὶ ᾽Ενοδία, Τριοδῖτις, Τυμβιδία κλπ. ἀπεκαλεῖτο. οἰκείας χθονός· ἴδιον χαρακτηριστικὸν παντὸς ῾Ἕλληνος ἀπὸ τῶν ἀρχαιοτάτων χρόνων εἶναι ν«ὰ ποθῇ νὰ ταφῇ ἐν τῃ γενεθλίῳ γῇ, καὶ μόνον οἱ ἐχθροὶ, τῆς πατρίδος ἄταφοι,ἐρρίπτοντο μακρὰν τῶν ὁρίων αὐτῆς. Θαπτόμενος ἥδη ὁ Πολυνείκης,ἐν τῇ πατρῴα γῇ παύει νὰ εἶναι πλέον φυγὰς καὶ ἐχθρὸς αὐτῆς. λιθόστρωτον · μὲ πέτρες καὶ ὄχι μὲ τάπητας κ.λ.π., ὅπως θὰ ἦτο ἐστρωμένος ὁ νυμφικὸς θάλαμος. ἴτ’ ἆσσον κλπ. ὁ Κρέων προαισθανόμενος μέγα κακὸν, ἀντιλαμβάνεται, ὄτι χάνει τὸ θάρρος καὶ τὰς δυνάμεις του καὶ ἀναθέτει εἰς τοὺς θεράποντας νὰ πλησιάσουν εἰς τὸν τάφον. ἁρμὸν χώματος κ.τ.λ. οἱ τάφοι οὗτοι ἦσαν μὲν λιθόστρωτοι, ἀλλ’ εἶχον καλυφθῇ διὰ χώματος καὶ ὡμοίαζον ἔξωθεν πρὸς γηλόφους. Τῶν τοιούτων τάφων ἡ θύρα ἀπεκλείετο διὰ λίθων, ἴσως μάλιστα οἱ τελευταῖοι οὗτοι ἐτάσσοντο τοιουτοτρόπως, ὥστε εἷς αὐτῶν ἀποσπώμενος ἀπετέλει τὸν ἁρμόν, ὅν ἀναφέρει ὁ συγγραφεύς. Τοιούτους τάφους γνωρίζομεν τοὺς Μυκηναικοὺς θολωτοὺς τάφους. σινδόνος · σινδόνα ἐννοεῖ τὸ λινοῦν ὕφασμα, τὸ ὁποῖον συνέστρεψε καὶ ἔκαμε βρόχον. Τὸ ὕφασμα δὲ τοῦτο ἐχρησιμοποίει ἢ ὡς ζώνην ἢ ὡς κρήδεμνον (δηλ. κεφαλόδεσμον) ἤ κάλυμμα τῆς κεφαλῆς φθάνον ἑκατέρωθεν μέχρι τῶν ὤμων.
γ΄) 1244 - 1276
Λεξιλογικαὶ.
τί (κατηγορ. τοῦ τοῦτο)= πῶς. φρούδη = ἀπῆλθε θαμβέω = εἶμαι ἐκπεπληγμένος, εἶμαι ἔκθαμβος. βόσκομαι ἐλπίσιν τρέφομαι μὲ ἐλπίδας. (῾Η Εὐρυδίκη ἐπανῆλθεν εἰς τὰ ἀνάκτορα διὰ τῆς μέσης βασιλείου θύρας, χωρὶς νὰ εἴπῃ τι). ἄχη = λύπην, ἐδῶ συμφοράν. ὑπὸ στέγης ἔσω · τὸ ἔσω πλεονάζει. προθήσειν= ἀλλ’ ὅτι θὰ προβάλῃ, θὰ ἀναθέσῃ. Ἡ σύνταξις: βόσκομαι δι’ ἐλπίσιν κλύουσαν (αἰτιολ. μετ.) ἄχη τέκνου οὐκ ἀξιώσειν στένειν ἐς πόλιν ἀλλὰ προθήσειν δμωαῖς (=εἰς τὰς θεραπαινίδας) στένειν (=θρηνεῖν) οἰκεῖον πένθος ὑπὸ στέγης ἔσω. γνώμης = συνέσεως. γν. ἄπειρος= ἐστερημένη συνέσεως, ἀνόητος. ἁμαρτάνειν = νὰ κάμνῃ ἄτοπόν τι (ὁ μὲν ἄγγελος ἐννοεῖ βεβαίως, ὅτι δὲν θὰ παρεκτραπῇ, θρηνοῦσα δημοσίᾳ οἱ δὲ θεαταὶ ἐννοοῦσιν ἐπικείμενον ἀπονενοημένον διάβημα αὐτῆς). ἐμοὶ δ’ οὖν = εἰς ἐμὲ ὅμως ἐν πάσῃ περιπτώσει. εἰσόμεσθα (ῥ. οἶδα), ἐτέθη ὁριστ. μελλ. ἀντὶ ὑποτακτ. εἰδῶμεν. βαρὺ = ἐπίφοβον, σοβαρόν. κατάσχετον = κρυφήν τινα πρόθεσιν. κρυφῇ = μὲ τὴν σιωπήν της παραστείχω = εἰσέρχομαι. βάρος τῆς σιγῆς (ἡ γεν. εἶναι ὑποκειμ.)= ἡ σιγὴ ἐνέχει σοβαρόν τι· (ὁ ἄγγελος ἀκολούθως εἰσέρχεται εἰς τὰ ἀνάκτορα). ἐφήκει = ἦλθεν, εἶναι παρών. ἐπίσημον μνῆμα = φανερὸν σημεῖον. εἰ θέμις εἰπεῖν · διὰ τούτων μετριάζει τὴν κατηγορίαν κατὰ τοῦ Κρέοντος: «αὐτὸς ἁμαρτών».
στροφὴ α΄.
δυσφρόνων φρενῶν (ὀξύμωρον)= ἄφρονος νοῦ. στερεὰ (ἀντὶ στερεῶν εἰς τὸ φρενῶν)= ἰσχυρογνώμονος (νοῦ). θανατόεντα = θανατηφόρα. ἐμφυλίους = συγγενεῖς. ἄνοβλα ἐμῶν βουλευμάτων = ἄνολβα (=ἀτυχῆ) ἰδικά μου βουλεύματα. ξὺν νέῳ μόρω = μὲ θάνατον καινοπρεπή (διότι ηὐτοκτόνησε καὶ μάλιστα ἐξ αἰτίας τοῦ πατρός). ἀπελύθης ἐνν. τοῦ ζῆν. τὴν δίκην = τὸ δίκαιον. τότε· ὅτε προεκήρυσσον τὸ κήρυγμα περὶ μὴ ταφῆς. ἂρα · ὡς βλέπω ἐκ τῶν ὑστέρων. μέγα βάρος = μεγάλην συμφοράν. ἐνέπαισεν ἐμῷ κάρᾳ = παίσας ἐνέβαλεν εἰς τὴν κεφαλήν μου. ῾Η κανον. πλοκὴ τῶν λέξ. θεὸς δ’ ἄρα ἔχων με (κατέχων με ὅλως ἐν τῇ ἐξουσίᾳ του) ἔπαισε τότε μέγα βάρος ἐν ἐμῷ κάρᾳ. ἐνέσεισε δέ με ἐν ἀγρίαις ὁδοῖς = μὲ ἐνέβαλε δὲ εἰς ἄγρια βουλεύματα. λακπάτητον (λὰξ - πατῶ). προληπτ. κατηγορ.= ἣν ἐλάκτισε διὰ τῶν ποδῶν του. πόνοι δύσπονοι βροτῶν = βάσανα τῶν ἀνθρώπων, ποὺ γεμίζουν πικρίας τὸν βίον των·
Πραγματικαί.
οὐκ ἀξιώσειν ἐς πόλιν στένειν · ἐθεωρεῖτο ἄτοπον τὸ νὰ θρηνοῦν αἱ γυναῖκες δημοσίᾳ, ἦτο δὲ συνήθεια νὰ μοιρολογοῦν αὗται μετὰ τῶν θεραπαινίδών τῶν ἐντὸς τῆς οἰκίας (προβλ. ᾽Ιλιάδ. Χ 340, 515). καὶ μὴν ὅδ’ ἄναξ ἐφήκει.. . εἰσέρχονται ἐκ τῆς ἀριστερᾶς παρόδου ὁ Κρέων μετὰ τῶν ἀκολούθων του, φέροντες τὸν νεκρὸν Αἵμονα, ἐπὶ τοῦ ὁποίου ἔχει τὰς χεῖρας ὁ Κρέων. ἐν δ᾽ ἔσεισεν ἀγρίαις ὁδοῖς· οἱ ἄνθρωποι τῶν ἡρωικῶν χρόνων τὴν αἰτίαν τῶν δυσβουλιῶν αὐτῶν συχνάκις ἀπέδιδον εἰς τοὺς θεούς.
δ΄) 1277 - 1305
Λεξιλογικαί.
ἔχων τε καὶ κεκτημένος ἐνν. ἀντικ. κακά. φέρων = κρατῶν· ἡ κανονικὴ σειρὰ τῶν λέξεων: ἔοικας ἥκειν ἔχων τε καὶ κε-κτημένος κακά, τὰ μέν... (ἐνν. τὸν Αἵμονα), τὰ δὲ (ἐνν. τὴν Εὐρυδίκην) τάχα ὄψεσθαι (καθ’ ἕλξιν πρὸς τὸ πλησιέστερον ἥκειν, ἀντὶ τοῦ ὀψόμενος). ἦ ; = ἆρά γε; παμμήτωρ = ἡ καθ’ ὅλα (ἡ γεννήσασα τὸν Αἵμονα καὶ μέχρι τοῦ τάφου ἀκολουθήσασα αὐτόν) μήτηρ. νεοτόμος = ὁ νεωστὶ πλήξας.
ἀντιστρ. α΄ .
δυσκάθαρτος= δυσεξιλέωτος (μὴ ἀρκεσθεὶς εἰς τὴν μεταμέλειαν τοῦ Κρέοντος, ἀλλ’ ἀπαιτήσας καὶ δύο θύματα, τὸν Αἵμονα καὶ τὴν Εὐρυδίκην). κακάγγελτα ἀχη = λύπας διὰ τῶν ἀπαισίων εἰδήσεών σου. προπέμπω = ἐξαπολύω, προξενῶ. θροῶ = λέγω. ἐπεξειργάσω= ἀποτελείωσες (ἔδωκες τὸ τελειωτικὸν πλῆγμα). σφάγιος = γενόμενος διὰ σφαγῆς. ἐπ’ ὀλέθρῳ = εὐθὺς μετὰ τὸν θάνατον τοῦ υἱοῦ μου· ἡ σύνταξις: τίνα νέον σφάγιον γυναικεῖον μόρον λέγεις ;ἄμφικεῖσθαί μοι ἐπ’ ὀλέθρῳ (τοῦ υἱοῦ); οὐκ ἐν μυχοῖς ἔτι = δὲν εἶναι πλέον εἰς τὸ βάθος τοῦ οἴκου (διότι αἱ θύραι ἠνοίχθησαν). ἔναντα= ἀπέναντι. πότμος (πίπτω) = (κακὴ) τύχη. ὀξύθηκτος = ὀξέως ἠκονημένος (θήγω= ἀκονίζω), κοπτερός. βωμία = οὖσα εἰς τὸν βωμόν. λύει = παρέλυσε. κελαινὰ (κατ--γορ. προληπτικὸν)= ὤστε γενέσθαι κέλαινὰ= ἡ νὺξ τοῦ θανάτου ἐκάλυψεν αὐτὰ. λάχος (τὸ)= μοῖρα. λοίσθιον (ἐπιρ. διορ.)= τέλος δέ. ἐφυμνῶ = καταρῶμαι
Πραγματικαί.
τὰ μὲν πρὸ τῶν χειρῶν · οἱ θεράποντες φέρουσιν ἐπὶ φερέτρου τὸ πτῶμ τοῦ Αἵμονος, ὁ δὲ πατήρ, διὰ τῆς χειρός του περιβάλλει αὐτό. Ἅιδου λιμήν , ὁ λιμὴν τοῦ θανάτου, λέγεται δὲ οὕτω διότι ἐκ τῆς τρικυμιώδους ζωῆς δέχεται ὡς λιμὴν γαλήνιος πάντας. ὁρᾶν πάρεστιν ἀνοίγετᾳι ἡ μέση πύλη τῶν ἀνακτόοων καὶ ἐκφέρεται διὰ μηχανήματος (τοῦ ἐκκυκλήματος) ὁ νεκρὸς τῆς Εὐρυδίκης. κακᾶς πράξεις ἐφυμνήσασα· πῶς χαρακτηρίζεται ὁ ἄγγελος,ἀναφέρων ἐνώπιον αὐτοῦ τοῦ Κρέοντος τοὺς λόγους τῆς Εὐρυδίκης περὶ κακῶν πράξεων αὐτοῦ;
ε΄) 1306 - 1353
Λεξιλογικαί .
στροφὴ β΄. ἀνέπταν = ἀνέπτην (ἀναπέτομαι)= ἐτρόμαξα, ἐπετάχτηκα ἀπὸ τὸν φόβον μου (ἐπειδὴ ἤκουσε τὸ λεχθέν ὑπὸ τοῦ ἀγγέλου περὶ τῆς ἐκστομισθείσης ἐναντίον του κατάρας τῆς Εὐρυδίκης: «ἐφυμνήσασα τῷ παιδοκτόνῳ». ἀνταίαν (ἐνν. πληγήν)= ἐμπρὸς εἰς τὸ στῆθος. τί μ’ οὐκ ἔπαισεν (ἰσοδυν. μὲ ἔντονον προτροπὴν)= ἐμπρός, ἂς μὲ κτυπήσῃ τις. ἀμφίθηκτος = ἀμφίστομος. συγκέκραμαι = ἔχω συνδεθῆ ἀναποσπάστως. δύα= δύη - δυστυ-χία (προσωποπ.). ἐπισκήπτομαι = κατηγοροῦμαι. τῶνδε μόρων κἀκείνων˙ διὰ μὲν τῶν α΄ ἐνν. τὸ θάνατον τοῦ Αἵμονος, διὰ δὲ τῶν β΄ τὸν τοῦ Μεγαρέως. ῾Η κανον. σειρὰ τῶν λέξεων: (ἐνν. ἐκ τῶν προηγ.: ὀρθῶς θρηνεῖς λέγων ταῦτα) ἐπεσκήπτου γε πρὸς τῆς θανούσης, ὡς ἔχων αἰτίαν τῶνδε κἀκείνων μόρων. ποίῳ δὲ τρόπῳ κἀπελύσατο ἐν φοναῖς; = καὶ μὲ ποῖον δὲ τρόπον φονεύσασα ἑαυτὴν ἀπέθανεν; ὅπως = μόλις. ὀξυκώκυτον = τὸ ὁποῖον ἐθρήνησε μὲ ὀξείας φωνάς. τάδε οὔ ποθ’ ἁρμόσει ἐξ ἐμᾶς αἰτίας ἐπ’ ἂλλον βροτῶν = ἡ αἰτία (ἡ εὐθύνη) αὐτῶν ἐδῶ τῶν δεινῶν οὐδέποτε θὰ μεταβιβασθῇ, ἀπὸ ἐμὲ εἰς... καίνω = φονεύω. φάμ’ = φαμὶ = φημί. ἔτυμον = τῇ ἀληθείᾳ. ἐν κακοῖς = ἐν μέσῳ τῶν κακῶν (θέλει νὰ εἴπῃ ἐνταῦθα ὅτι ἡ ἀπομάκρυνσις τοῦ Κρέοντος ἀπὸ τοῦ νὰ βλέπῃ τοὺς νεκροὺς εἶναι κέρδος δι’ αὐτόν, ἐφ’ ὅσον εἶναι δυνατὸν νὰ γίνῃ λόγος περὶ κέρδους). βράχιστα = συντομώματα. ῾Η σύνταξις εἶναι: κράτιστα γὰρ τὰ ἐν ποσὶν κακὰ (ἐνν. ἐστὶν) ὄντα (ὑποθ.) βράχιστα . ῾Η σύντ. προσωπ. ἀντὶ ἀπροσώπου: κράτιστον γάρ ἐστι βράχιστα εἶναι τὰ ἐν ποσὶν (πρὸ τῶν ὀφθαλμῶν) ὄντα κακά. (Γίνονται δὲ συντομώτατα τὰ κακά, ἂν ἀποχωρήσῃ ὁ Κρέων τὸ ταχύτερον ἀπὸ τῆς ὄψεως τῶν πτωμάτων, εἶναι δηλ. ἔμμεσος ὑπόδειξις τοῦ χοροῦ πρὸς τὸν Κρέοντα νὰ ἀποχωρήσῃ).
ἀντιστρ . β΄
τέρμιος ἡμέρα = ἡ τελευταία ἡμέρα (τοῦ θανάτου). ὕπατος = ἔσχατος. ῾Η σύντ.: φανήτω ὁ ὕπατος ἐμῶν μόρων (μοιρῶν) ἄγων μοι κάλλιστα τερμίαν ἡμέραν. τῶν προκειμένων τι = ἐκ τούτων τι, ὅσα ἡ παροῦσα περίστασις ἀπαιτεῖ. (᾽Ενν. τὴν ταφὴν τῶν νεκρῶν)· τῶνδε δηλ. τοῦ θανάτου σου. ὅτοισι (δηλ. τοῖς θεοῖς). ταῦτα (δηλ. τὸν θάνατον). συγκατεύχομαι = εὔχομαι ὅλα ὁμοῦ, συγκεφαλαιώσας εὔχομαι. μάταιον = τὸν μηδὲν ὄντα, τὸν ἄχρηστον. ἴδω = νὰ προσβλέψω. πᾷ κλιθῶ = ποῦ νὰ στηριχθῶ (ἀφ’ οὗ ἔχασα ἤδη πάντας). λέχριος = πλάγιος, πεπτωκώς. τἄν χεροῖν ἐνν. τὴν γυναῖκα καὶ τὸν Αἵμονα. τὰ δὲ = ἀφ’ ἑτέρου δέ. ἐπὶ κρατὶ = εἰς τὴν κεφαλήν μου. πότμος = μοῖρα. δυσκόμιστος = ἐκεῖνος, ὃν δυσκόλως φέρεις τις, ὁ ἀνυπόφορος, ὁ ἀφόρητος. εἰσάλλομαι = εἰσορμῶ, ἐνσκήπτω. Ἀφ’ οὗ ὁ Κρέων εἶπε τοὺς τελευταίους του λόγους, ἀπῆλθεν ὁδηγούμενος ὑπὸ τῶν θεραπόντων του, ὁ δὲ χορὸς ἀκολούθως, καθ’ ὃν χρόνον ἀπέρχεται λέγει τοὺς τελευταίους ἓξ στίχους, ἐν οἷς ἐνυπάρχει ἡ ἠθικὴ τοῦ δράματος ἀρχή. τὸ φρονεῖν = ἡ φρόνησις, ἡ εὐβουλία, πολλῷ πρῶτον = πρώτιστον, κυριώτατον. τὰ γ’ εἰς θεοὺς = τοὐλάχιστον ὅσον ἀφορᾷ εἰς τοὺς θεοὺς (καὶ τοὺς ὑπ’ αὐτῶν ὁριζομένους νόμους). ἀσεπτῶ = ἀσεβῶ. μεγάλοι λόγοι = μεγαλαυχίαι, κομπορρημοσύναι. μεγάλας πληγὰς ἀποτείσαντες = πληρώσαντες μεγάλας ποινάς, δηλ. διὰ μεγάλων δυστυχημάτων τιμωρηθέντες. μεγάλλοι λόγοι μεγάλας πληγάς . παρήχησις. ὑπέραυχος = ὑπερήφανος. γήρᾳ (μεταφορικῶς) = μὲ τὸν χρόνον, ἀργὰ (μετὰ τὴν τιμωρίαν). ἐδίδαξαν (γνωμικὸς ἀόριστος) = συνήθως διδάσκουν τοὺς ἄλλους.
Πραγματικαί.
μέλλοντα ταῦτα... ὁ χορὸς ἀφ’ ἑνὸς μὲν εὐσχήμως κατακρίνει ὡς ἀνόητον τὴν ὑπὸ τοῦ Κρέοντος ἐπίκλησιν τοῦ θανάτου, διὸ καὶ δικαιολογεῖται ὁ Κρέων ἐν στίχ. 1336, ἀφ’ ἑτέρου δὲ ἐπιζητεῖ νὰ ἐπισπευσθῇ ἡ ταφὴ τῶν νεκρῶν πρὸς ἀνακούφισιν τοῦ Κρέοντος. τὸ φρονεῖν πρῶτον . κ.τ.λ. ἡ εὐβουλία δηλ. κατὰ τὴν γνώμην τῶν ἀρχαίων ἐθεωρεῖτο ὡς μέρος τῆς εὐδαιμονίας, καὶ μάλιστα πολὺ πρῶτον, ἤτοι ἄριστον, ἐνῷ ἀντιθέτως ἐν στίχῳ 1051 εἴδομεν ὅτι τὸ μὴ φρονεῖν πλείστη βλάβη ἐστί.
0 σχόλια:
Δημοσίευση σχολίου