Τό πρῶτον ἐπεισόδιον τῆς Ἀντιγόνης (στίχ. 162 - 381)



ΑΡΧΑΙΟΝ ΚΕΙΜΕΝΟΝ
- ΛΕΞΙΛΟΓΙΚΑΙ & ΠΡΑΓΜΑΤΟΛΟΓΙΚΑΙ
ΠΑΡΑΤΗΡΗΣΕΙΣ

του
Π. Ν. Δημοπούλου





ΚΡΕΩΝ
ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ
πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν.
ὑμᾶς δ᾽ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα
ἔστειλ᾽ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου 165
σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη,
τοῦτ᾽ αὖθις, ἡνίκ᾽ Οἰδίπους ὤρθου πόλιν,
κἀπεὶ διώλετ᾽, ἀμφὶ τοὺς κείνων ἔτι
παῖδας μένοντας ἐμπέδοις φρονήμασιν.

ὅτ᾽ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν 170
καθ᾽ ἡμέραν ὤλοντο παίσαντές τε καὶ
πληγέντες αὐτόχειρι σὺν μιάσματι,
ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω
γένους κατ᾽ ἀγχιστεῖα τῶν ὀλωλότων.
ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν 175
ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν
ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ.
ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν
μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων
ἀλλ᾽ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει 180
κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ·
καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας
φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω.
ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθ᾽ ὁρῶν ἀεί,
οὔτ᾽ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν 185
στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας,
οὔτ᾽ ἂν φίλον ποτ᾽ ἄνδρα δυσμενῆ χθονὸς
θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι
ἥδ᾽ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι
πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. 190
τοιοῖσδ᾽ ἐγὼ νόμοισι τήνδ᾽ αὔξω πόλιν,
καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω
ἀστοῖσι παίδων τῶν ἀπ᾽ Οἰδίπου πέρι·
Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν
ὄλωλε τῆσδε, πάντ᾽ ἀριστεύσας δόρει, 195
τάφῳ τε κρύψαι καὶ τὰ πάντ᾽ ἀφαγνίσαι
ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς.
τὸν δ᾽ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω,
ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ 200
πρῆσαι κατ᾽ ἄκρας, ἠθέλησε δ᾽ αἵματος
κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν,
τοῦτον πόλει τῇδ᾽ ἐκκεκήρυκται τάφῳ
μήτε κτερίζειν μήτε κωκῦσαί τινα,
ἐᾶν δ᾽ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας 205
καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τ᾽ ἰδεῖν.
τοιόνδ᾽ ἐμὸν φρόνημα, κοὔποτ᾽ ἔκ γ᾽ ἐμοῦ
τιμὴν προέξουσ᾽ οἱ κακοὶ τῶν ἐνδίκων·
ἀλλ᾽ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν
καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. 210
ΧΟ. σοὶ ταῦτ᾽ ἀρέσκει, παῖ Μενοικέως Κρέον,
τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει·
νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι
καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι.
ΚΡ. ὡς ἂν σκοποὶ νῦν εἴτε τῶν εἰρημένων. 215
ΧΟ. νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες.
ΚΡ. ἀλλ᾽ εἴσ᾽ ἑτοῖμοι τοῦ νεκροῦ γ᾽ ἐπίσκοποι.
ΧΟ. τί δῆτ᾽ ἂν ἄλλο τοῦτ᾽ ἐπεντέλλοις ἔτι;
ΚΡ. τὸ μὴ ᾽πιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε.
ΧΟ. οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. 220
ΚΡ. καὶ μὴν ὁ μισθός γ᾽, οὗτος· ἀλλ᾽ ὑπ᾽ ἐλπίδων
ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν.
ΦΥΛΑΞ
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο
δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα.
πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, 225
ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν·
ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη·
τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην;
τλήμων, μενεῖς αὖ; κεἰ τάδ᾽ εἴσεται Κρέων
ἄλλου παρ᾽ ἀνδρός; πῶς σὺ δῆτ᾽ οὐκ ἀλγύνει; 230
τοιαῦθ᾽ ἑλίσσων ἤνυτον σχολῇ βραδύς.
χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά.
τέλος γε μέντοι δεῦρ᾽ ἐνίκησεν μολεῖν
σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δ᾽ ὅμως·
τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, 235
τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον.
ΚΡ. τί δ᾽ ἐστὶν ἀνθ᾽ οὗ τήνδ᾽ ἔχεις ἀθυμίαν;
ΦΥ. φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ
πρᾶγμ᾽ οὔτ᾽ ἔδρασ᾽ οὔτ᾽ εἶδον ὅστις ἦν ὁ δρῶν,
οὐδ᾽ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. 240
ΚΡ. εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ
τὸ πρᾶγμα· δηλοῖς δ᾽ ὥς τι σημανῶν νέον.
ΦΥ. τὰ δεινὰ γάρ τοι προστίθησ᾽ ὄκνον πολύν.
ΚΡ. οὔκουν ἐρεῖς ποτ᾽, εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει;
ΦΥ. καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως 245
θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν
κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή·
ΚΡ. τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε;
ΦΥ. οὐκ οἶδ᾽· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν
πλῆγμ᾽, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ 250
καὶ χέρσος, ἀρρὼξ οὐδ᾽ ἐπημαξευμένη
τροχοῖσιν, ἀλλ᾽ ἄσημος οὑργάτης τις ἦν.
ὅπως δ᾽ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος
δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν.
ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, 255
λεπτὴ δ᾽, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις
σημεῖα δ᾽ οὔτε θηρὸς οὔτε του κυνῶν
ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο.
λόγοι δ᾽ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί,
φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο 260
πληγὴ τελευτῶς᾽, οὐδ᾽ ὁ κωλύσων παρῆν.
εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος,
κοὐδεὶς ἐναργής, ἀλλ᾽ ἔφευγε μὴ εἰδέναι.
ἦμεν δ᾽ ἑτοῖμοι καὶ μύδρους αἴρειν χεροῖν
καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, 265
τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι
τὸ πρᾶγμα βουλεύσαντι μηδ᾽ εἰργασμένῳ.
τέλος δ᾽ ὅτ᾽ οὐδὲν ἦν ἐρευνῶσιν πλέον,
λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα
νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν 270
οὔτ᾽ ἀντιφωνεῖν οὔθ᾽ ὅπως δρῶντες καλῶς
πράξαιμεν. ἦν δ᾽ ὁ μῦθος ὡς ἀνοιστέον
σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον.
καὶ ταῦτ᾽ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα
πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. 275
πάρειμι δ᾽ ἄκων οὐχ ἑκοῦσιν, οἶδ᾽ ὅτι·
στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.
ΧΟ. ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον
τοὔργον τόδ᾽, ἡ ξύννοια βουλεύει πάλαι
ΚΡ. παῦσαι, πρὶν ὀργῆς καὶ ᾽μὲ μεστῶσαι λέγων, 280
μὴ ᾽φευρεθῇς ἄνους τε καὶ γέρων ἅμα.
λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων
πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι.
πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην
ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας 285
ναοὺς πυρώσων ἦλθε κἀναθήματα
καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν;
ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς;
οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως
ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, 290
κρυφῇ κάρα σείοντες, οὐδ᾽ ὑπὸ ζυγῷ
λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ.
ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς
παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε.
οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος 295
κακὸν νόμισμ᾽ ἔβλαστε. τοῦτο καὶ πόλεις
πορθεῖ, τόδ᾽ ἄνδρας ἐξανίστησιν δόμων·
τόδ᾽ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
χρηστὰς πρὸς αἰσχρὰ πράγματ᾽ ἵστασθαι βροτῶν·
πανουργίας δ᾽ ἔδειξεν ἀνθρώποις ἔχειν 300
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.
ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε,
χρόνῳ ποτ᾽ ἐξέπραξαν ὡς δοῦναι δίκην.
ἀλλ᾽ εἴπερ ἴσχει Ζεὺς ἔτ᾽ ἐξ ἐμοῦ σέβας,
εὖ τοῦτ᾽ ἐπίστασ᾽, ὅρκιος δέ σοι λέγω· 305
εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
εὑρόντες ἐκφανεῖτ᾽ ἐς ὀφθαλμοὺς ἐμούς,
οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ᾽ ὕβριν,
ἵν᾽ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον 310
τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ᾽ ὅτι
οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
ΦΥ. εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; 315
ΚΡ. οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
ΦΥ. ἐν τοῖσιν ὠσὶν ἢ ᾽πὶ τῇ ψυχῇ δάκνει;
ΚΡ. τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
ΦΥ. ὁ δρῶν σ᾽ ἀνιᾷ τὰς φρένας, τὰ δ᾽ ὦτ᾽ ἐγώ.
ΚΡ. οἴμ᾽ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. 320
ΦΥ. οὔκουν τό γ᾽ ἔργον τοῦτο ποιήσας ποτέ.
ΚΡ. καὶ ταῦτ᾽ ἐπ᾽ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
ΦΥ. φεῦ·
ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
ΚΡ. κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ᾽ ὅτι 325
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
ΦΥ. ἀλλ᾽ εὑρεθείη μὲν μάλιστ᾽· ἐὰν δέ τοι
ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ,
οὐκ ἔσθ᾽ ὅπως ὄψει σὺ δεῦρ᾽ ἐλθόντα με·
καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τ᾽ ἐμῆς 330
σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν.
ΧΟΡΟΣ
στροφὴ α΄ πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει.
τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ 335
χωρεῖ, περιβρυχίοισιν
περῶν ὑπ᾽ οἴδμασιν.
θεῶν τε τὰν ὑπερτάταν, Γᾶν
ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται
ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος
ἱππείῳ γένει πολεύων. 340
στροφὴ α΄ κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει
καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τ᾽ εἰναλίαν φύσιν 345
σπείραισι δικτυοκλώστοις,
περιφραδὴς ἀνήρ·
κρατεῖ δὲ μηχαναῖς ἀγραύλου
θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θ᾽ 350
ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν
οὔρειόν τ᾽ ἀκμῆτα ταῦρον.
στροφὴ β΄ καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους 355
ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων
πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη
παντοπόρος· ἄπορος ἐπ᾽ οὐδὲν ἔρχεται
τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· 360
νόσων δ᾽ ἀμηχάνων φυγὰς ξυμπέφρασται.
στροφὴ β΄ σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδ᾽ ἔχων 365
τοτὲ μὲν κακόν, ἄλλοτ᾽ ἐπ᾽ ἐσθλὸν ἕρπει,
νόμους γεραίρων χθονὸς θεῶν τ᾽ ἔνορκον δίκαν,
ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν 370
ξύνεστι τόλμας χάριν. μήτ᾽ ἐμοὶ παρέστιος
γένοιτο μήτ᾽ ἴσον φρονῶν ὃς τάδ᾽ ἔρδει. 375
ἐς δαιμόνιον τέρας ἀμφινοῶ
τόδε· πῶς εἰδὼς ἀντιλογήσω
τήνδ᾽ οὐκ εἶναι παῖδ᾽ Ἀντιγόνην.
ὦ δύστηνος
καὶ δυστήνου πατρὸς Οἰδιπόδα, 380
τί ποτ᾽; οὐ δή που σέ γ᾽ ἀπιστοῦσαν
τοῖς βασιλείοισιν ἄγουσι νόμοις
καὶ ἐν ἀφροσύνῃ καθελόντες;


ΠΡΩΤΟΝ ΕΠΕΙΣΟΔΙΟΝ (162 - 381)

α΄) 162 - 222

Λεξιλογικαί.
ἀσφαλῶς · προσδιορ. τὸ ὤρθωσαν καὶ κάμνει ἀντίθεσιν πρὸς τὸ σάλῳ. σάλῳ = μὲ θαλασσοταραχὴν (μεταφορὰ ἀπὸ τῆς θαλάσσης, παραβαλλομένης τῆς πολιτείας πρὸς σαλεῦον σκάφος). σείσαντες = συγκλονίσαντες. πομπὸς= ἀπεστάλμένος, κλητήρ. δίχα ἐκ πάντων = ξεχωριστά, κατ’ ἐκλογὴν ἀπὸ ὄλους. ἔστειλ ’ ἱκέσθαι =μετεπεμψάμην= ἔστειλα καὶ σᾶς προσεκάλεσα. εἰδὼς (αἰτιολ.). κράτη θρόνων = τὴν βασιλικὴν ἀρχὴν (ὁ πληθυντ. ἀριθ. πρὸς ἐκδήλωσιν μεγαλοπρεπείας). ὤρθου= ἐκυβέρνα, ὡδήγει ὀρθῶς. διώλετο = ἐχάθη. μένοντας ἐμπ. φρονήμασιν = ὅτι παρεμένετε μὲ σταθερὰ φρονήματα (ὄτι ἐμένετε πιστοί). ῾Η σειρὰ τῶν λέξεων: εὖ εἰδὼς τοῦτο μὲν σέβοντας ἀεὶ τὰ κράτη θρόνων Λαΐου, τοῦτ’ αὖθις, ἡνίκα Οἰδίπους ὤρθου πόλιν, κἀπεὶ διώλετο, μένοντας ἔτι ἐμπ. φρονήμασιν ἀμφὶ τοὺς κείνων (Λαΐου καὶ Οἰδίπ.) παῖδας. πρὸς διπλῆς μοίρας = ἀπὸ κοινὴν μοῖραν (θανάτου). παίσαντες καὶ πληγέντες = κτυπήσαντες καὶ κτυπηθέντες, φονεύσαντες καὶ φονευθέντες. σὺν αὐτόχειρι μιάσματι = σὺν μιάσματι αὐτοχειρίας= δι’ ἰδιοχείρου μιαρᾶς πράξεως. κράτη καὶ θρόνους · σχῆμα ἕν διὰ δυοῖν (θέλει νὰ δηλώσῃ τὴν ὅλην ἐξουσίαν). δὴ = ὡς εἶναι γνωστόν. κατ’ ἀγχιστεῖα γένους τῶν ὁλωλότων (ἐτέθη οὐδ. ἀγχιστεῖα ἀντὶ θηλ. ἀγχιστείαν)= σύμφωνα μὲ τὴν πλησιεστάτην συγγένειαν πρὸς τοὺς φονευθέντας. ἀμήχανον = ἀδύνατον. παντὸς ἀνδρὸς (ἐνν. ἄρχοντος.) ἐκμαθεῖν (ὑποκ. τινὰ)= νὰ μάθῃ τις ἀκριβῶς. γνώμην = τας ἰδέας. ῾Η ἐπαλληλία τῶν πολλῶν συνωνύμων ψυχήν, φρόνημα, γνώμην , διὰ νὰ δηλωθῇ τὸ ὅλον καὶ ἀληθὲς φρόνημα. πρὶν ἄν· ἡ σύνταξις τοῦ πρὶν μεθ’ ὑποτακτ. (φανῆ) λόγῳ τῆς προηγ. ἀρνητικῆς ἐννοίας ἀμήχανον κ.λ.π. ἀρχαῖς τε καὶ νόμοισιν = ἐν τῇ ἱκανότητι τῆς διοικητικῆς ἐξουσίας καὶ τοῦ νομοθετεῖν (εἰς τὴν γνώμην τοῦ Βίαντος τοῦ Πριηνέως «ἀρχὴ ἄνδρα δείκνυσι» προσθέτει ὁ Σοφοκλῆς καὶ τὴν νομοθετικὴν ἱκανότητα τοῦ ἄρχοντος). ἐντριβὴς φανῇ = δοκιμασθῇ. ἐμοὶ γάρ... ῾Ο Κρέων ἄρχεται ἀναπτύσσων τὸ βασιλικὸν πρόγραμμά του. ὅστις μὴ ἀπτεται (ἀναφ. ὑποθ. πρότ.)= ἐάν τις δὲν ἐπιλαμβάνητα. ἐγκλῄσας ἔχει = ἔχει κλεισμένην (ἐκ φόβου), δὲν ὁμιλεῖ μετὰ παρρησίας. δοκεῖ· ἐξ’ αὐτοῦ ἡ ἐν ἀρχῇ δοτ. προσωπ. ἐμοί. Εἰς τὸ ῥ. τοῦτο ἀνήκει τὸ νῦν, ἐνῷ εἰς τὸ πάλαι θὰ ἐννοηθῇ ὁ παρατατ. ἐδόκει, δηλ. πάλαι τε ἐδόκει καὶ νῦν δοκεῖ. μεῖζον’ (α) = ἀνώτερον, πολυτιμότερον φίλον (χρησιμ. ὡς ἐπιθ. διορ. τοῦ φίλον). ἀντὶ τῆς αὑτοῦ πάτρας · β΄ ὅρος τῆς συγκρίσεως= ἤ τὴν αὑτοῦ πάτραν. οὐδαμοῦ λέγω (ἐνν. εἶναι)= οὐδόλως τὸν ὑπολογίζω, οὐδόλως τὸν ἐκτιμῶ· ἡ σειρὰ τῶν λέξεων: καὶ ὅστις ἀντἰ τῆς αὑτοῦ πάτρας φίλον νομίζει μείζον’ (α), τοῦτον οὐδαμοῦ λέγω. Τὰ κατωτέρω: ἴστω Ζεύς... μέχρι τοῦ στιχ 187 εἶναι διὰ μέσου καὶ περιγράφουν τὸν ἐπίσημον ὅρκον, ὃν κάμνει ὁ Κρεων εἰς τὸν Δία. ἴστω (οἶδα)= ἄς εἶναι μάρτυς. οὔτ’ ἂν σιωπήσαιμι , εἶναι ἀπόδοσις τῆς ὑποθετ. μετ. ὁρῶν = εἰ ὁρῴην. ἄτη (ἡ)= ὄλεθρος, καταστροφή. τοῦτο = τὸ ἑξῆς. γιγνώσκω = ἔχω πρὸ ὀφθαλμῶν. ἥδε , ἡ πόλις. πλέοντες (ὑποθ.)· μεταφορὰ ἀπὸ τῶν πλοίων. ποιούμεθα= ἀποκτῶμεν. ὀρθῆς = εὐτυχούσης, οὔσης σώας. τοιοῖσδε νόμοισι = ἐπὶ τῇ βάσει τοιούτων προγραμματικῶν ἀρχῶν. αὔξω = μεγαλύνω, μεγαλυτέραν καὶ ἐνδοξοτέραν καθιστῶ. ἀδελφὰ τῶνδε = σύμφωνα μὲ τὰς ἀρχάς μου αὐτάς. πάντ’ ἀριστεύσας δορὶ = καθ’ ὅλα ἄριστος δειχθεὶς ἐν τῇ μάχῃ. τὰ πάντ’ ἐφαγνίσαι (ἐξαρτ. ἐκ τοῦ κηρύξας ἔχω)= νὰ προσφέρωμεν πάσας τὰς νενομισμένας τιμὰς (δηλ. σπονδάς κτερίσματα κτλ.). ὅσα ἔρχεται κάτω = ὅσα κατέρχονται κάτω ὑπὸ τὴν γῆν. Πολυνείκη λέγω · παράθεσις τοῦ ξύναιμον. ἐγγενεῖς= ἐγχωρίους. φυγὰς κατελθὼν = ἐπανελθὼν ἐκ τῆς φυγῆ. πρῆσαι (πρήθω)= νὰ κατακαύσῃ. κατ’ ἄκρας (κυρίως ἀπὸ κορυφῆς ἔως κάτω)= καθ’ ὁλοκληρίαν. κοινοῦ πάσασθαι (πατέομαι)= νὰ γευθῇ ἀδελφικοῦ ἢ συγγενικοῦ αἵματος. τοὺς δὲ ἐνν. πολίτας. κτερίζω = προσφέρω κτέρεα ἢ κτερίσματα, κηδεύω μὲ πᾶσαν τιμὴν ἀνήκουσαν εἰς τοὺς νεκρούς. πρὸς οἰωνῶν · ποιητ. αἴτιον. ἐδεστὸν= ἐδεσθὲν= κατασπαραχθέν. αἰκίζω καὶ αἰκίζομαι = μεταχειρίζομαι κακῶς, κακοποιῶ. φρόνημα = θέλησις· ἡ σειρὰ τῶν λέξεων: ἐᾶν δ᾽ ἄθαπτον καὶ ἰδεῖν δέμας (Πολυνείκους) ἐδεστὸν καὶ αἰκισθὲν πρὸς οἰωνῶν καὶ κυνῶν . κοὔποτ’ ἔκ γ’ ἐμοῦ τιμὴν προέξουσ ᾽ οἱ κακοὶ τῶν ἐνδίκων = καὶ οὐδέποτε ἀπὸ ἐμὲ τοὐλάχιστον θὰ τύχωσι μεγαλυτέρας τιμῆς οἱ κακοὶ ἀπὸ τοὺς δικαίους (δὲν πρόκειται βεβαίως ἐνταῦθα περὶ ἀποδόσεως μεγαλυτέρας τιμῆς εἰς τὸν Πολυνείκη, ἀλλὰ περὶ ἴσης, ἀλλ’ ὁ Κρέων ἐννοεῖ διὰ τούτων, ὅτι ὅταν δοθῇ ἲση τιμή, τότε οἱ ἀγαθοὶ τιμῶνται ἐξ ἴσου, ἐνῷ αὐτοὶ, δικαιοῦνται μεγαλυτέρας τιμῆς, ὁμοίως οἱ κακοὶ τιμῶνται ἐξ ἴσου, ἐνῷ οὐδεμιᾶς δικαιοῦνται τιμῆς). θανὼν καὶ ζῶν· πρωθύστερον. τὸν δύσνουν καὶ εὐμενῆ· προσδιορ. ἀναφορᾶς. δύσνους = δυσμενῆς, ἐχθρός. που = ὡς νομίζω. ἔνεστί σοι= εἶναι δικαίωμά σου. νόμῳ χρῆσθαι = νομοθετεῖν· σειρὰ τῶν λέξεων: σοί γέ που ἔνεστι παντὶ νόμῳ χρῆσαι καὶ περὶ τῶν θανόντων καὶ περὶ ἡμῶν, ὁπόσοι ζῶμεν. ὠς ἂν σκοποὶ ἦτε (εἶναι πλαγ. ἐρωτ. πρότασις ἐξαρτ. ἐκ τοῦ ὁρᾶτε ἢ σκοπεῖτε) τῶν εἰρημένων = προσέξατε, πῶς θὰ φυλάξετε τὰ διατεταγμένα ὑπ’ ἐμοῦ. νὺν = λοιπόν. βαστάζειν (μεταφ. ἀπὸ τοῦ φορτίου)= νὰ ἀναλάβῃ τὸ βάρος τῆς φυλάξεως. προτίθημι = ἀναθέτω. ἐπίσκοπος = σκοπός, φρουρός. ἐπεντέλλω = πρὸς τούτοις διατάσσω· ἡ κανονικὴ διατύπωσις τῆς φράσεως θὰ ἦτο: τί δῆτ’ ἐστὶ τοῦτο τὸ ἄλλο , ὅ ἐπεντέλλοις ἔτι ἄν ; ἀλλὰ τί λοιπὸν εἶναι τοῦτο τὸ ἄλλο, τὸ ὁποῖον. προσέτι ἤθελες διατάξει εἰς ἐμὲ νὰ ἐκτελέσω; ἢ δύναται τὸ ἄλλο νὰ ἐκληφθῇ ὡς ἐπιρρηματικὸν κατηγορούμενον τοῦ τοῦτο καὶ νὰ ἐξηγηθῇ ἐπὶ πλέον, δηλ. τί ἄλλο ἐπὶ πλέον ἤθελες διατάξει; ἐπιχωρῶ= ἐπιτρέπω. τὸ μὴ ἐπιχωρεῖν ἀντ. τοῦ ἐπεντέλλω. ἀπιστῶ = ἀπειθαρχῶ. τάδε = τὰ κεκηρυγμέν, τὰ διατεταγμένα. ὅς ἐρᾷ... ἀναφορ. συμπερ. πρότ.= ὤστε οὗτος νὰ ἐπιθυμῇ. καὶ μὴν = καὶ ἀληθῶς. μισθὸς (εἰρων.).ὑπ’ ἐλπίδων (ἀναγκ. αἴτιον). τὸ κέρδος = ἡ ἐλπὶς τοῦ κέρδους. διώλεσεν γνωμ. ἀορ.= συνήθως καταστρέφει.

Πραγματικαί.
ἄνδρες · ἐξελθὼν μετὰ πολλῆς μεγάλοπρεπείας διὰ τῆς μέσης (βασικῆς) πὺλης τοῦ ἀνακτόρου ὁ Κρέων καὶ κρατῶν σκῆπτρον προχωρεῖ ἐν συνοδείᾳ τῶν δορυφόρων του μὲ ῥυθμὸν σύμφωνον πρὸς τοὺς ἀναπαιστικοὺς στίχους 155-156 τοῦ κορυφαίου τοῦ Χοροῦ. Λαβὼν δὲ ἀκολούθως θέσιν εἰς τὸ προσκήνιον, προσφωνεῖ μετά τινος ὑπεφροσύνης τοὺς γέροντας, τοὺς ἀποτελοῦντας τὸν χορόν, ἁπλῶς καὶ συντόμως διὰ τοῦ «ἄνδρες», ἀνακοινοῖ τὰς ἀρχὰς τοῦ προγράμματός του καὶ ἐξαγγέλει τὸ προκηρυχθὲν διάταγμα αὑτοῦ περὶ τῶν ἀδελφῶν ᾽Ετεοκλέους καὶ Πολυνείκους. ὅτι ἥδ’ ἐστὶν ἡ σῴζουσα κλπ. Τὴν ὡραίαν ταύτην ἰδέαν τοῦ Κρέοντος, ὅτι ἐφ’ ὅσον τὸ σκάφος τῆς πολιτείας πλέει καλῶς, ἀποκτῶμεν καὶ τοὺς φίλους ἤτοι ἄν ἔχωμεν πατρίδα, ἔχομεν καὶ φίλους, ἂν δὲν ἔχωμεν πατρίδα, οὐδὲν ἔχομεν, ἐξέφρασε δι’ ἄλλων λόγων καὶ ὁ Περικλῆς (Θουκ. ΙΙ 60) «ἐγὼ γὰρ ἡγοῦμαι πόλιν πλείω ξύμπασαν ὀρθουμένην ὠφελεῖν τοὺς ἰδιώτα, ἢ καθ’ ἕκαστον τῶν πολιτῶν εὐπραγοῦσαν, ἁθρόαν δὲ σφαλλομένην...». ἅ ἔρχεται τοῖς κάτω νεκροῖς· παρ’ ἀρχαίοις ἐπεκράτει ἡ ἀντίληψις, ὅτι αἱ ἐπιτύβμιοι χοαὶ εἰσέδυον ὑπὸ τὴν γῆν καὶ ἔφθανον μέχρι τῶν νεκρῶν. τοὺς ἐγγενεῖς = τοὺς λατρευομένους καὶ τιμωμένους ἔν τινι τόπῳ, λέγεται δὲ πρῆσαι, ὑπερβολικῶς διὰ τοὺς θεούς, διότι θὰ ἐκαίοντο μόνον τὰ ἱερά των καὶ οὐχὶ καὶ οἱ θεοί. Ἄξιον ἐν τέλει παρατηρήσεως ἐπὶ τῶν ὑπὸ τοῦ Κρέοντος λελθέντων εἶναι, ὅτι κατὰ τοὺς ἡρωϊκοὺς χρόνους ὁ λαὸς καλούμενος ὑπὸ τοῦ βασιλέως ἤκουε τὰς γνώμας αὐτοῦ, χωρὶς νὰ φέρῃ ἀντιρρήσεις, ἀλλὰ μόνον συμβουλευτικὰς γνώμας διατυπῶν.

β΄) 223 - 277

Λεξιλογικαὶ.
ὅπως = ὅτι. ὑπὸ τάχους = ἕνεκα ταχύτητος. δύσπνους = δυσκόλως ἀναπνέων, ἀσθμαίνων. ἱκάνω (σημ. παρακ).= ἔχω ἔλθει. κοῦφον ἐξάρας πόδα (τὸ κοῦφον προληπτ. κατηγορ., δὲ μετοχ. αἰτιολ.)= μετεωρίσας τὸν πόδα (συνεκδ. ἀντὶ πληθντ.), ὥστε νὰ εἶναι ἐλαφρός, βαδίσας πολὺ ταχέως. φροντίδων· γεν. ὑποκειμ. εἰς τὰς ἐπιστάσεις ὅπερ σημαίνει σταθμούς. πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις = διότι αἱ διάφοροι σκέψεις μὲ ἠνάγκασαν νὰ κάμω πολλοὺς σταθμούς. κυκλῶν ἐμαυτὸν ὁδοῖς εἰς ἀναστροφὴν= κάμνων πολλὰς στροφὰς εἰς τὰ διάφορα σημεῖα τῆς ὁδοῦ μὲ τὸν σκοπὸν νὰ ἐπιστρέψω (τοῦτο λέγεται περὶ τῶν ἀναποφασίστων). αὐδάω - = λέγω. ηὔδα μυθουμένη, πλεονασμός. οἷ= ἐκεῖ ὅπου. δίδωμι δίκην (παθ. τοῦ λαμβάνω δίκην)= τιμωροῦμαι. μολὼν (βλώσκω) ὑποθετ. μετ. τλήμων = ἄθλιος. τάδε= τὸ περὶ οὗ λόγος ζήτημα. οὐκ ἀλγυνῇς ; (δὲν θὰ λυπηθῇς)= δὲν θὰ τιμωρηθῇς; ἑλίσσω= ἀνελίσσω εἰς τὸν νοῦν μου. ἀνύτω καὶ ἀνύω = διανύω, διατρέχω. σχολῇ βραδὺς = βραδέως καὶ μετὰ δυσκολίας. βραχεῖα μακρά· ὀξύμωρον σχῆμα. ἐνίκησεν = ἐπεκράτησεν, ὑπερίσχυσεν γνώμη, ὑποκ. αὐτοῦ τὸ δεῦρο μολεῖν. κεἰ τὸ μηδέν ἐξερῶ = καὶ ἂν θὰ εἴπω ἓν μηδενικόν, καὶ ἄν θὰ σοῦ ἀνακοινώσω ἓν τίποτε. δράττομαί τινος = πιάνομαι κρατοῦμαι ἀπό τι. τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τό μόρσιμον = ὅτι δὲν θέλω πάθει ἄλλο τι τὸ πεπρωμένον. ἀνθοὗ· ἀναγκ. αἴτιον. ἀθυμία = ἐναγώνιος λύπη. τἀμαυτοῦ = τὰ ἀφορῶντα εἰς ἐμὲ. γὰρ (διασαφ.). ὅστις ἦν ὁ δρῶν (ὁ δράστης)· πλαγ. ἐρωτ. προτ. οὐδ’ ἂν δικαίως ...= καὶ ἑπομένως δέν... στοχάζομαι = σκοπεύω. εὖ γε στοχάζῃ = ἀληθῶς καλὰ ἀποβλέπεις πρὸς ἐπιτυχίαν τοῦ σκοποῦ σου. ἀποφάργνυσαι κύκλῳ τὸ πρᾶγμα = προφυλάσσεται ὁλόγυρα πρὸς ἀποφυγὴν τῆς εὐθύνης τοῦ πράγματος. ὡς σημανῶν νέον τι = ὅτι πρόκεται ν’ ανακοινώσῃς σοβαρόν τι. γάρ . αἰτιολογ. τὰ ἐννοούμενα ἐκ τῶν προηγουμένων εὖ στοχάζῃ κἀποφάργνύσαι τὸ πράγμα... τὰ δεινὰ= τὰ φοβερὰ (ἐννοεῖ τὴν τιμωρίαν τοῦ θανὰτου). προστίθησ ᾽ ὄκνον πολὺν = ἐμβάλλουν μεγάλην δειλίαν. οὔκουν ἐρεῖς ποτε;= δὲν θὰ εἴπῃς τέλος πάντων; ἡ ἐρώτησις μετὰ τῆς ἀρνήσεως ἰσοδυναμεῖ μὲ ἔντονον κατάφασιν: εἰπὲ τέλος πάντων· ὁμοίως καὶ τὸ εἶτ᾽ ἀπαλλαχθεὶς ἄπει (περίφρασις)= καὶ ἔπειτα κρημνίσου νὰ φύγῃς. καὶ δὴ = καὶ ἰδοὺ λοιπόν. βαίνω = ἀπέρχομαι. κἀπὶ χρωτὶ= (χρὼςτὸς)= καὶ ἐπὶ τοῦ σώματος. δίψιος = ξηρὸς. παλύνω = ἐπιπάσσω, πασπαλίζω. ἐφαγιστεύω καὶ ἐφαγνίζω = κάμνω νεκρικὴν τελετήν. ἅ χρὴ = τὰ νενομισμένα, τὰ ἐπιβεβλημένα · τραγικὴ εἰρωνεία· οὐδόλως φαντάζεται ὁ Κρέων, ὅτι εἶναι δυνατὸν νὰ εἶναι γυνὴ ὁ δράστης. (ἡ) γενῄς, γενῇδος= ἀξίνη. δίκελλα = σκαπάνη ἔχουσα δύο ὀδόντας (μάκελλα δὲ εἶναι ἡ ἔχουσα ἔνα). πλῆγμα = κτύπημα, ἐκ τούτου ἡ γεν. ὑποκ. γενῇδος. ἐκβολὴ= ἐκβεβλημένον χῶμα (ὑπὸ τῆς δικέλλης). στύφλος = σκληρός. ἀρρὼξ = (ἀ-ρήγνυμι)= ἄσχιστος, μὴ ἐσκαμμένη. ἐπαμαξεύω (ἀντὶ ἐφαμαξεύω). τροχοῖσι = χαράσσω διὰ τροχῶν ἁμάξης. ἄσημος = ἄγνωστος· κατ ἄλλην ἑρμην.: δὲν ἀφῆκεν ἴχνη, σημεῖόν τι. ὅπως· χρον.= μόλις (τὸ παρ’ ἡμῖν καθῶς). ἡμεροσκόπος= σκοπὸς τῆε ἡμέρας. δυσχερὲς= δυσερμήνευτον. ὁ μέν · ἐνν. νεκρός. τυμβήρης = τεθαμμένος, τυμβόχωστος. ὡς φεύγοντος (ἐνν. τοῦ ἐργάτου, τοῦ δράστου)= ὡς ἐὰν ἤθελε ν’ ἀποφύγῃ. ἄγος = τὸ μίασμα, τὸ ἔγκλημα τῆς ἀσεβείας. (ὁ) θήρ -θηρὸς= ἅγριον θηρίον (σαρκοβόρον). σπάω-ῶ = σπαράσσω (ἐὰν ἦτο θηρίον ἤ κύων, θὰ ἐφαίνοντο τῶν ποδῶν του ἐπὶ τοῦ χώματος ἢ ἴχνη ὀδόντων καὶ ὀνύχων ἐπὶ τοῦ πτώματος). ῥοθέω-ῶ= κάμνω ῥόθον, βοὴν (λέγεται ἐπὶ κυμάτων ἢ κωπηλασίας), θορυβῶ. λόγοι ἐρρόθουν κακοὶ = ἀντηλλάσσοντο ὑβριστικαί, ὀργίλοι λόγοι. φύλαξ ἐλέγχων· σχῆμα ἀνακόλουθον ἀντὶ γεν. ἀπόλ. μετοχῆς. κἂν ἐγίγνετο πληγὴ τελευτῶσα (ἑνικ. ἀντὶ πληθ.) = καὶ ἡ ὑπόθεσις θὰ κατέληγεν εἰς ἀμοιβαῖα κτυπήματα· εἶναι ἀπόδοσις τῆς ἐκ τοῦ κατωτέρω λέγει ἐννουμένης ὑποθ. εἰ μή τις ἔλεγεν ,ἥτις δὲν ἐτέθη, ἐπειδὴ παρενεβλήθησαν ἄλλαι προτάσεις. εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος = διότι εἷς ἕκαστος ἐξ ἡμῶν, οἱοσδήποτε (τό: τις) καὶ ἂν ἦτο, κατὰ τὴν γνώμην τῶν ἄλλων ὁ διαπράξας τὸ ἔργον. καὶ οὐδεὶς ἐναργὴς = καὶ οὐδεὶς ἐφανερώνετο ὡς ἀληθινὸς δράστης. ἀλλ’ ἔφευγε μὴ εἰδέναι = ἀλλ’ ἠρνεῖτο, ὅτι ἐγνώριζε (πλεον. ὁ μὴ ). μύδρος= σίδηοος πεπυρακτωμένος. πῦρ διέρπειν = καὶ νὰ διερχώμεθα διὰ μέσου τοῦ πυρός. ὁρκωμοτῶ θεοὺς = ἐπικαλοῦμαι μεθ’ ὅρκου τοὺς θεούς. τὸ μήτε δρᾶσαι μήτε τῷ ξυνειδέναι = ὅτι οὔτε ἐπράξαμεν τὸ ἔργον οὔτε ὅτι ἔχομεν γνῶσιν περί τινος (ὅτι κτ.λ.). βουλεύσαντι · ἐνν. καὶ πρὸ αὐτοῦ τὸ μήτε = μήτε ὅτι τὸ διενοήθη (αἱ μετοχαὶ κατηγορ.). ὅτε (αἰτιολ.). οὐδὲν ἦν ἡμῖν πλέον ἐρευνῶσιν = οὐδὲν κέρδος (οὐδεμίαν ὠφέλειαν) εἴχομεν, ἂν καὶ ἐκάμνομεν πρὸς τοῦτο ἐρεύνας. πέδον = τὸ ἔδαφος. νεύω = κλίνω κάτω. καλῶς πράττω= εὗ πράττω= εὐτυχῶ, σῴζομαι. ὅπως πράξαιμεν· πλαγ. ἐρώτ., ἐξαρτ. ἐκ ῥήμ. γνώσεως σημαντ. (ἐγιγνώσκομεν), ὅπερ κατὰ ζεῦγμα ἐννοεῖται ἐκ τοῦ εἴχομεν (=ἠδυνάμεθα). μῦθος = λόγος,. ἀνοιστέον (ἀναφέρω). τοὔργον = τὴν ταφὴν τοῦ Πολυνείκους. καὶ ταῦτ’ ἐνίκα= καὶ ὑπερίσχυεν ἡ γνώμη αὕτη. ὁ πάλος (ἐκ τοῦ πάλλω)= ὁ κλῆρος. καθαιρεῖ = κατεδίκασε. τἀγαθὸν (εἰρων.). οὐχ ἑκοῦσιν (ἐνν. ὑμῖν, πληθ. ἀντὶ ἑνικοῦ)= χωρὶς νὰ μὲ θέλετε.

Πραγματικαί.
ἄναξ... φύλαξ εἰσῆλθεν διὰ τῆς ἀριστερᾶς παρόδου ἀσθμαίνων καὶ πνευστιῶν· ἠθογραφεῖται λαμπρὰ ὡς ἄνθρωπος τοῦ λαοῦ, προσπαθῶν διὰ γνωμολογιῶν καὶ μακρολογιῶν νὰ σώσῃ πρωτίστως ἑαυτὸν ἀπὸ τῆς ἐπαπειλουμένης μεγάλης τιμωρίας. ῾Ο ποιητὴς σκοπεῖ διὰ τοῦ ταπεινοῦ τούτου τύπου νὰ ἐξάρῃ, τὸ ἰδανικὸν ὕψος τῆς. Ἀ ντιγόνης. τὸ μόρσιμον · οἱ ἄνθρωποι τοῦ λαοῦ ἀποδίδουν ἰδιαιτέραν σημασίαν εἰς τὸ πεπρωμένον, τὸ ὁποῖον κατ. αὐτοὺς διέπει τὰ ἀνθρώπινα. παλύνας διψίαν κόνιν κἀφαγιστεύσας· δηλ. ἁπλῶς ἐπασπάλισε διὰ χώματος τὸ πτῶμα τοῦ νεκροῦ, τοῦτο δὲ κατὰ τοὺς ἀρχαίους ἐν ἀνάγκῃ ἀνεπλήρωνε τὴν κανονικὴν ταφήν· διὰ τοῦ ἐφαγιστευσας δὲ ἐννοεῖ τὰς νενομισμένας νεκρικὰς τρισπόνδους χοάς. ὁ πρῶτος ἡμεροσκόπος· οἱ φύλακες εἶχον ἀναλάβει τὴν φρούρησιν τοῦ νεκροῦ καθ’ ὡρισμένα χρονικὰ διαστήματα τῆς ἡμέρας καὶ τῆς νυκτός. ῾Ο πρῶτος δὲ ἦτο ἐκεῖνος ὁ ὁποῖος ἀνέλαβε λίαν πρωὶ τὴν φρούρησιν, διότι ταύτην τὴν ἡμέραν τὸ πρῶτον ἀνέλαβον τὴν ὑπηρεσίαν οἱ φύλακες· ἐκ τούτου συμπεραίνομεν, ὅτι ἡ Ἀντιγόνη λίαν πρωὶ ἐλθοῦσα ἔθαψε τὸν νεκρόν, οἱ δὲ φύλακες ἢ λόγῳ τοῦ σκότους δέν ἀντελήφθησαν αὐτὴν θάπτουσαν ἢ ἦλθον ἐκεῖ μετὰ τὸ γενόμενον. ἄγος φεύγοντος· ὑπῆρχεν ἔθος παρὰ τοῖς ἄρχαίοις νὰ θεωρῆται ἀσεβὴς ἐκεῖνος, ὅστις εὕριστεν ἄταφον πτῶμα καὶ δὲν ἔρριπτε τοὐλάχιστον κόνιν ἐπ᾽ αὐτοῦ· (διὰ τῆς φράσεως ταύτης τοῦ φύλακος ἐπιρρίπτεται λεληθότως μορφὴ κατὰ τοῦ Κρέοντος, διατάξοντος νὰ μὴ ταφῇ τὸ πτῶμα). ἦμεν δ’ ἕτοιμοι καὶ μύδρους· ταῦτα ἦσαν εἶδος θεοκρισιῶν ἢ θεοδικιῶν, αἱ ὁποῖαι ὑφίσταντο ἐν τῇ πραγματικότητι καὶ εἰς παλαιοτέρας τῆς τοῦ Σοφοκλέους ἐποχάς. Κατὰ ταύτας ἐν περιπτώσει ἀμφιβολίας περὶ τῆς ἐνοχῆς τινος ὁ θεωρούμενος ἔνοχος ἐκράτει εἰς τὰς χεῖρας τεμάχια πεπυρακτωμένου σιδήρου ἤ διήρχετο δι’ ἀνημμένων ἀνθράκων κλπ., ἔπρεπε δὲ νὰ ἐξέλθῃ σῶος καὶ ἀβλαβής, ἐὰν ἦτο ἀθῷος. ὁρκωμοτεῖν· οἱ ἀρχαῖοι τόσον εἰς τὰς εὐχάς, ὅσον καὶ εἰς τοὺς ὅρκους των ἐπεκαλοῦντο τοὺς θεούς. κἀμέ τὸν συσδαίμονα πάλος καθαιρεῖ · ἡ κλήοωσις παρ’ ἀρχαίοις ἐγίνετο ὡς ἑξῆς: ἔθετον τοὺς κλήρους ἐντὸς κυνῆς (δερματίνου καλύμματος τῆς κεφαλῆς) ἤ ἀγγείου καὶ ἔπαλλον αὐτούς, μέχρις ὄτου ἐξεπήδα εἷς κλῆρος, ὁ ὁποῖος ἀνῆκεν εἰς τὸν λαθόντα.

γ΄) 278 - 331

Λεξιλογικαί.
θεήλατον = ὑπὸ τοῦ θεοῦ πραχθέν, πεμφθέν. μὴ τι· πλαγ. ἐρωτ. πρότ. ἐκ τοῦ βουλεύει. ξύννοια = διαλογισμός, πάλαι , ἀφἦς στιγμῆς ἤκουσεν ἀπὸ τὸν φύλακα τὰ τῆς ταφῆς. πρὶν καὶ μεστῶσαί με ὀργῆς = πρὸ τοῦ καὶ νὰ μὲ πληρώσῃς θυμου (τὸ κοινῶς λεγόμ. πρὶν καὶ νὰ μὲ παραφουσκώσης) Διὰ τοῦ κἀμε ποιεῖται συμμετρικὴν ἀντίθεσιν πρὸς τὸ ἐμοί τι τοῦ χοροῦ. ἄνους τε καὶ γέρων ἅμα , ἀντὶ νὰ εἴπῃ: ἄνους καίπερ γέρων ὢν= ἀπερίσκεψία ἂν καὶ εἶσαι γέρων (ἐπειδὴ τὸ γῆρας καὶ η ἀπερισκεψία εἶναι ἀσυμβίβαστα). ὑπερτιμῶ ( μετοχ. αἰτιολ.)= ἐξαιρετικὰ τιμῶ. κρύπτω = θάπτω. ἀμφικίων = περίστυλος. πυρόω- = καίω. διασκεδάννυμι = καταλύω (συάπτεται πρὸς τοὺς νόμους), ἐξ αὐτοῦ δὲ κατὰ ζεῦγμα θὰ ἐννοήσ., καταπατήσων τὴν γῆν· σειρὰ τῶν λέξεων τῆς ἑπομ. προτ.: εἰσορᾷς θεοὺς τιμῶντας τοὺς κακούς; ταῦτα = τὰ κηρύγματά μου ταῦτα (ἀντικ. τοῦ φέροντες). καὶ πάλαι· ἐνν. οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. μόλις φέρω= μετὰ δυσκολλίας ἀνέχομαι. ῥοθῶ τινι = ψιθυρίζων ἀποδίδω ὕβρεις κατά τινος. λόφος= τράχηλος. λόφον ὑπὸ ζυγῷ (μεταφορὰ ἐκ τῶν ὑποζυγίων)· διὰ τούτου εἰκονίζεται τὸ αὐταρχικὸν τοῦ Κρέοντος. δικαίως = ὅπως ἐπέβαλλε τὸ δίκαιον. ὡς στέργειν ἐμὲ= ὥστε νὰ δεικνύωσι τὸν ὀφειλόμενον εἰς ἐμὲ σεβασμόν. ἐκ τῶνδε = ὑπὸ τούτων. τούτους (τοὺς φύλακας, δεικνύει τὸν παρόντα). ἐξεπίσταμαι καλῶς · (πλεονασμ.). ἡ πρόθ. ἐκ καὶ τὸ καλῶς , διὰ νὰ δείξῃ τὴν ἀπόλυτον πεποίθησίν του. παράγομαι = παρασύρομαι. παρηγμένους · ἤ κατηγορ. μετ., ὅτε τὸ εἰργάσθαι ἐξαρτ. ἐξ αὐτῆς, ὡς ἀπαρέμφ. ἀκολουθίας, ἢ αἰτιολ., ὅτε τὸ εἰργάσθαι ἐξαρτ. ἐκ τοῦ ἐπίσταμαι. τάδε= τὴν ταφήν. νόμισμα = τὸ νομιζόμενον καὶ χρησιμοποιούμενον ὑπὸ τῶν ἀνθρώπων. κακὸν νόμισμα = κακὸν κατασκεύασμα, θέσπισμα· (δὲν κατακρίνει τὴν χρῆσιν τοῦ νομίσματος, ἀλλὰ τὴν κακὴν χρῆσιν αὐτοῦ). τοῦτο τὸ νόμισμα, ἀντί: οὗτος ὁ ἄργυρος. ἐξανίστημι = ἀναστατώνων ἐκβάλλω (ἐκ τῶν δόμων). ἐκδιδάσκω = διδάσκω καλῶς καθοδηγῶ. παραλλάσσω = μεταστρέφω. ἵστασθαι = ὥστε νὰ προσχωροῦν, νὰ λαμβάνουν κατεύθυνσιν. πανουργίας ἔχειν = νὰ ἀσχολοῦνται εἰς ἔργα πονηρά. ἔδειξεν · γνωμ. ἀόρ. δυσσέβεια παντὸς ἔργου = πᾶν ἔργον ἀσεβές. μισθαρνέω (μισθὸν ἄρνυμαι)= λαμβάνω μισθόν, δωροδοκοῦμαι. ἀνύω ἤ ἀνύτω = ἐκτελῶ, πράττω. ἤ νυσαν-ἐξέπραξαν (γνωμ. ἀόριστοι)· τὸ β΄ ῥῆμ= συνήθως κατορθώνουν. ἴσχω σέβας (παθητ. τοῦ σέβω καὶ σέβομαι)= τυγχάνω σεβασμοῦ. ὅρκιος = μεθ’ ὅρκου. αὐτόχειρ = αὐτουργός. ἐκφαίνω= παρουσιάζω. μόνος Ἅιδης = μόνη ἡ τιμωρία τοῦ θανάτου, μόνος ὁ ἁπλοῦς θάνατος. ῾Η πλοκὴ τοῦ λόγου θὰ ἦτο ὁμαλωτέρα, ἐὰν ἐξεφέρετο ὧδε: οὐχ ὑμῖν Ἅιδης μοῦνος ἀρκέσει, ἀλλὰ πρότερον ζῶντες κρεμασθήσεσθε, μέχρις ἂν τήνδε δηλώσηθ’ ὕβριν. τὴν ὕβριν = τὴν πρᾶξιν τῆς θρασείας ταύτης ἀσεβείας καὶ τὸν δράστην αὐτῆς. ὅθεν οἰστέον (ῥήμ. φέρω) τὸ κέρδος (πλαγ. ἐρωτ. πρότ.)= πόθεν πρέπει νὰ λαμβάνετε τὸ κέρδος. τὸ λοιπὸν (ἐπιρρ.)= εἰς τὸ ἑξῆς. ἐξ ἄπαντος = ἐκ παντὸς ἐν γένει πράγματος. ἐκ τῶν αἰσχρῶν λημμάτων (ἀναγκ. αἴτ.) ἐκ τῶν αἰσχρῶν κερδῶν. ἀτῶμαι= δυστυχῶ. Αἱ μετ. κατηγορημ. δώσεις = θὰ ἐπιτρέψῃς. οὕτως= ἔτσι, ἀναπολόγητος καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; = ὡς καὶ νῦν...= ὅτι καὶ τώρα ὁμιλεῖς (ὅπως καὶ πρωτύτερα) μὲ δυσαρέσκειάν μου, ὅτι καὶ τώρα οἱ λόγοι σου μοῦ εἶναι δυσάρεστοι; δάκνω= δαγκώνω, ἐδῶ λῦπῶ. ἐν τοῖσιν ὠσὶν ἤ ᾽πί.. . προσδ. ἀναφορᾶς. τί δαὶ = ἀλλὰ πῶς. ῥυθμίζω= κανονίζω, σταθμίζω. τὴν ἐμὴν λύπην ὅπου· πρόληψις, ἀντὶ τοῦ ἐστὶν ἡ ἐμὴ λύπη= ποῦ ἔχει τὴν ἕδραν της... σὲ τὰς φρένας · σχ. καθ’ ὅλον καὶ μέρος. λάλημα = φλύαρος. ἐκπεφυκὸς (ἀντὶ - κὼς πρὸς τὸ ὑποκείμενον σὺ)= ὅτι εἶσαι ἐκ φύσεως φλύαρος: ἡ σειρὰ τῶν λέξεων: οἴμ’ ὡς δῆλον εἶ ἐκπεφυκὸς λάλημα. οὔκουν τὸ γ’ ἔργον τοῦτο ποιήσας (εἰμὶ) ποτὲ = ἴσως εἶμαι φλύαρος, ἀλλ’ ἐν οἱᾳδήποτε περιπτώσει τοῦτο τοὐλάχιστον τὸ ἔργον οὐδέποτε ἔχω κάμει. καὶ ταῦτα (προσδιορ. τοῦ προδοὺς)= καὶ μάλιστα. ἦ δεινὸν = ἀλήθεια, φοβερὸν εἶναι. ψευδῆ δοκεῖν = νὰ σχηματίζῃ ἐσφαλμένας ἀντιλήψεις. ᾧ δοκεῖ γε = τοὐλάχιστον ἐκεῖνος, ὁ ὁποῖος λαμβάνει ἀποφάσεις (ὥστε ἡ σημ. τοῦ δοκεῖν εἶναι διάφορος ἐνταῦθα)· ἡ σειρὰ τῶν λέξεων: ἦ δεινόν ἐστι δοκεῖν τούτῳ ψευδῆ ᾧ γε δοκεῖ. Θέλει νὰ τονίσῃ ἐνταῦθα, ὅτι εἶναι φοβερὸν νὰ ἀπατᾶται εἰς τὰς ἀντιλήψεις του ὁ ἄρχων. κόμψευε τὴν δόξαν = εὐφυολόγει λογοπαικτῶν μὲ τὴν λέξιν δοκεῖν · εἰς τὴν κομψολογίαν τοῦ φύλακος συντείνει καὶ ἡ ἐπαλληλία τοῦ γράμματος. δ. τοὺς δρῶντας ( δὲν ἐννοεῖ τοὺς πολλοὺς)= τὸν δράστην, οἱοσδήποτε καὶ ἂν εἶναι. ἐξερῶ (τοῦ ἐξαγορεύω)= θὰ διακηρύξω. δειλὰ κέρδη = τὰ κέρδη, τὰ ἔχοντα κακὰ (σκότια) ἐλατήρια. πημοναὶ = συμφοραί· (ἀφ’ οὗ εἶπε ταῦτα ὁ Κρέων ἀπῆλθε διὰ τῆς μέσης θύρας εἰς τὰ ἀνάκτορα). ἀλλ’ εὑρεθείη μὲν μάλιστα = ἀλλὰ πρὸ παντὸς μὲν ἄλλου εὔχομαι νὰ εὑρεθῇ ὁ δράστης. ἐὰν ληφθῇ τε καὶ μὴ ἀντί: εἴτε ληφθῇ εἴτε μή. οὐκ ἐσθ’ ὅπως = κατ’ οὐδένα τρόπον, οὐδόλως. ἐκτὸς ἐλπίδος γνώμης τ’ ἐμῆς = παρ’ ἐλπίδα καὶ παρὰ τὴν πεποίθησίν μου. (Τὰ ἀπὸ τοῦ 327 λεχθέντα εἶπεν ὁ φύλαξ, καθ’ ὃν χρόνον εἶχε φύγει ό Κρέων).

Πραγματικαι.
παῦσαι · παρατηρητεα αὐταρχικὴ καὶ δεσποτικὴ στάσις τοῦ Κρέοντος, προσιδιάζουσα εἰς τοὺς ἡρωικοὺς χρόνους. πότερον.. μεταχειρίζεται πρὸς ἀπόδειξιν τῆς γνώμης του, ὅτι δὲν εἶναι θεήλατος ἡ ταφή, τὸ ἑξῆς δίλημμα: διὰ νὰ εἶναι θεήλατον τό ἔργον τῆς ταφῆς, ἔπρεπε οἰ θεοὶ ἢ νὰ τιμῶσι τὸν Πολυνείκη, ὡς εὐεργέτην αὐτῶν, ἢ νὰ τιμῶσι τοὺς κακούς· ἀλλὰ τὸ πρῶτον εἶναι ἀδύνατον νὰ ἀληθεύῃ, διότι αὐτὸς ἦλθε νὰ καύσῃ τοὺς ναοὺς των... ὁμοίως δὲ καὶ τὸ δεύτερον ἀφ᾽ ἑαυτοῦ ἀναιρεῖται. πόλεως ἄνδρες μόλις φέροντες · ἴδιον τῶν τυράννων εἶναι νὰ ὑποπτεύωσι συνωμοσίας καὶ σκευωρίας πρὸς ἀνατροπὴν αὑτῶν. κρεμαστοί · ἐσυνηθίζετο κατὰ τὴν ἀρχαιότητα νὰ ὑποβάλλωνται οἱ δοῦλοι εἰς βασάνους, διὰ νὰ μαρτυρήσωσι τὴν ἀλήθειαν, καὶ γενικῶς πᾶσα μαρτυρία αὐτῶν καὶ ἐνώπιον τῶν δικαστηρίω κατόπιν διαφόρων βασάνων ἐθεωρείτο ἔγκυρος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ο ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ σας γνωστοποιεί ότι είναι ευπρόσδεκτες τυχόν αναφορές προβλημάτων, ιδέες σχετικά με λειτουργίες του ιστοτόπου και γενικά σχόλια. Στο "ΦΙΛΟΛΟΓΟΣ ΕΡΜΗΣ" εν γένει ο καθένας έχει το δικαίωμα να εκφράζει ελεύθερα τις απόψεις του. Ωστόσο, αυτό δεν σημαίνει ότι υιοθετούμε τις απόψεις αυτές και διατηρούμε το δικαίωμα να μην δημοσιεύουμε συκοφαντικά ή υβριστικά σχόλια όπου τα εντοπίζουμε. Σε κάθε περίπτωση ο καθένας φέρει την ευθύνη των όσων γράφει και το www.filologos-hermes.info ουδεμία νομική ή άλλη ευθύνη φέρει.