επιμελεία του
ΝΙΚΟΛΑΟΥ ΓΕΩΡ. ΚΑΤΣΟΥΛΗ
-φιλολόγου-
«Μνείαν ποιούμεθα
τοῦ μακαρίου ᾿Ιωσὴφ τοῦ παγ κάλου
καὶ τῆς ὑπὸ τοῦ Κυρίου
καταραθείσης καὶ ξηρανθείσης συκῆς
διὰ τὴν ἀκαρπίαν αὐτῆς».
Εις τον σώφρονα Ιωσήφ ο Ρωμανός αφιέρωσε δύο ύμνους. Εις τον
πρώτον αναλίσκεται εις την διηγηματικήν απόδοσιν της ιστορίας του Ιωσήφ και των
αδελφών αυτού κατά την Παλαιάν Διαθήκην. Μεταξύ των ιστορουμένων ευρίσκει
ευκαιρίαν να ψυχογραφήση τα πρόσωπα και κυρίως να πλέξη το εγκώμιον της σωφροσύνης
και καλεί:
Οι άνθρωποι πάντες
σωφροσύνην ποθήσωμεν…
Τη ευχή πάντοτε
Σχολάζοντες και κράζοντες
Μέγας μόνος Κύριος ο
σωτήρ ημών.
Όπερ αποτελεί και το εφύμνιον όλου του ύμνου.
Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης
τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.
Ἄλλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας.
Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.
Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.
Ἑτοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.
Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;
Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευΐται, συνωμοσίαν φθόνῳ συσκευάσαντες, δόλῳ προδοσίας, τὸν Χριστὸν προδίδουν, εἰς θάνατον Πιλάτῳ.
Ἡ Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.

Ο δεύτερος ύμνος του Ρωμανού εις τον Ιωσήφ, είναι ασφαλώς υπέρτερος
του πρώτου. Μόνον παρεμπιπτόντως αναφέρεται εις την ιστορίαν του Ιωσήφ και των
αδελών του, ενώ δραματοποιεί την σκηνήν του σώφρονος πειραζομένου υπό της γυναικός
του Πετεφρή. Και ναι μεν το ποίημα είναι ύμνος προς την σωφροσύνην, ένα αληθινόν
έπος όπως το χαρακτηρίζει ο ίδιος ο ποιητής εις την ακροστιχίδα, αλλ’ εξ ίσου
εγκωμιάζεται και το αδούλωτον φρόνημα:
Και πέπραμαι μεν σώματι,
ελεύθερος δ’ ειμί τη γνώμη
Αναφωνεί ο Ιωσήφ, ο δε Ρωμανός εντάσσει την σωφροσύνην εις σύστημα
αρετών:
Τίνα δε την αρετήν
νοώμεν; Φιλοσοφίαν ορώμεν ταύτην.
Τέχνη γαρ εστί των
τεχνών, ως ακούομεν,
Των επιστημών επιστήμη
τυγχάνουσα.
….
Φρόνησιν και ανδρείαν
τους ανθρώπους διδάσκει,
Έτι δε σωφροσύνην
και δικαιοσύνην
Επομένως δεν είναι μεμονωμένη αρετή, αλλά προϋποθέτει ολόκληρον
το οικοδόμημα των αρετών εντός του οποίου αξιοποιείται και αυτή.
Σοφίας
Σολομώντος το Ανάγνωσμα.
(Παροιμ. κεφ. δ' 14)
Στόμα δικαίου αποστάζει σοφίαν, χείλη δε ανδρών επίστανται χάριτας, στόμα σοφών μελετά σοφίαν. Δικαιοσύνη δε ρύεται αυτούς εκ θανάτου. Τελευτήσαντος ανδρός δικαίου, ουκ όλλυται ελπίς, υιός γαρ δίκαιος γεννάται εις ζωήν, και εν αγαθοίς αυτού καρπόν δικαιοσύνης τρυγήσει. Φως δικαίοις δια παντός, και παρά Κυρίου ευρήσουσι χάριν και δόξαν. Γλώσσα σοφών καλά επίσταται, και εν καρδία αυτών αναπαύσεται σοφία. Αγαπά Κύ-ριος οσίας καρδίας, δεκτοί δε αυτώ πάντες άμωμοι εν οδώ. Σο-φία Κυρίου φωτιεί πρόσωπον συνετού, φθάνει γαρ τους επιθυμούντας αυτήν, προ του γνωσθήναι, και ευχερώς θεωρείται υπό των αγαπώντων αυτήν. Ο ορθρίσας προς αυτήν, ου κοπιάσει, και ο αγρυπνήσας δι' αυτήν, ταχέως αμέριμνος έσται. Ότι τους αξίους αυτής αύτη περιέρχεται ζητούσα, και εν ταις τρίβοις φαντάζεται αυτοίς ευμενώς. Σοφίας ου κατισχύσει ποτέ κακία. Δια ταύτα και εραστής εγενόμην του κάλλους αυτής και εφίλησα ταύτην, και εξεζήτησα εκ νεότητας μου, και εζήτησα νύμφην αγαγέσθαι εμαυτώ, ότι ο πάντων Δεσπότης ηγάπησεν αυτήν, μύστης γαρ εστί της του Θεού επιστήμης, και αιρετίς των έργων αυτού. Οι πόνοι αυτής εισίν αρεταί, σωφροσύνην δε και φρόνησιν αυτή διδάσκει, δικαιοσύνην, και ανδρείαν, ων χρησιμώτερον ουδέν εστίν εν βίω ανθρώποις. Ει δε και πολυπειρίαν ποθεί τις, οίδε τα αρχαία και τα μέλλοντα εικάζειν, επίσταται στροφάς λόγων, και λύσεις αινιγμάτων, σημεία και τέρατα προγινώσκει, και εκβάσεις καιρών και χρόνων. Και πάσι σύμβουλος εστίν αγαθή, έτι αθανασία εστίν εν αυτή, και εύκλεια εν κοινωνία λόγων αυτής. Δια τούτο ενέτυχον τω Κυρίω, και εδεήθην αυτού, και είπον εξ όλης μου της καρδίας, Θεέ πατέρων, και Κύριε του ελέους, ο ποιήσας τα πάντα εν λόγω σου, και τη σοφία σου κατασκευάσας τον άνθρωπον, ίνα δεσπόζη των υπό σου γενομέ-νων κτισμάτων, και διέπη τον κόσμον εν οσιότητι και δικαιο-σύνη, δος μοι την των σων θρόνων πάρεδρον σοφίαν, και μη με αποδοκιμάσης εκ παίδων σου, ότι εγώ δούλος σος, και υιός της παιδίσκης σου. Εξαπόστειλον αυτήν εξ αγίου κατοικητηρίου σου, και από θρόνου δόξης σου, ίνα συμπαρούσα μοι διδάξη με, τι ευάρεστον εστί παρά σοι, και οδηγήσης με εν γνώ-σει και φυλάξη με εν τη δόξη αυτής. Λογισμοί γαρ θνητών πάντες δειλοί, και επισφαλείς αι επίνοιαι αυτών.

0 σχόλια:
Δημοσίευση σχολίου